Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

47 προσφέρων ταῖς ῥισὶ τοῦ δαιμονιζομένου τὸν δακτύλιον ἔχοντα ὑπὸ τῇ σφραγῖδι ῥίζαν ἐξ ὧν ὑπέδειξε Σολόμων ἔπειτα ἐξεῖλκεν ὀσφρομένῳ διὰ τῶν μυκτήρων τὸ δαιμόνιον, καὶ πεσόντος εὐθὺς τἀνθρώπου μηκέτʼ εἰς αὐτὸν ἐπανήξειν ὥρκου, Σολόμωνός τε μεμνημένος καὶ τὰς ἐπῳδὰς ἃς συνέθηκεν ἐκεῖνος ἐπιλέγων.
48 βουλόμενος δὲ πεῖσαι καὶ παραστῆσαι τοῖς παρατυγχάνουσιν ὁ Ἐλεάζαρος, ὅτι ταύτην ἔχει τὴν ἰσχύν, ἐτίθει μικρὸν ἔμπροσθεν ἤτοι ποτήριον πλῆρες ὕδατος ἢ ποδόνιπτρον καὶ τῷ δαιμονίῳ προσέταττεν ἐξιὸν τἀνθρώπου ταῦτα ἀνατρέψαι καὶ παρασχεῖν ἐπιγνῶναι τοῖς ὁρῶσιν, ὅτι καταλέλοιπε τὸν ἄνθρωπον.
49 γινομένου δὲ τούτου σαφὴς ἡ Σολόμωνος καθίστατο σύνεσις καὶ σοφία διʼ ἣν, ἵνα γνῶσιν ἅπαντες αὐτοῦ τὸ μεγαλεῖον τῆς φύσεως καὶ τὸ θεοφιλὲς καὶ λάθῃ μηδένα τῶν ὑπὸ τὸν ἥλιον ἡ τοῦ βασιλέως περὶ πᾶν εἶδος ἀρετῆς ὑπερβολή, περὶ τούτων εἰπεῖν προήχθημεν.
50 Ὁ δὲ τῶν Τυρίων βασιλεὺς Εἴρωμος ἀκούσας ὅτι Σολόμων τὴν τοῦ πατρὸς διεδέξατο βασιλείαν ὑπερήσθη, φίλος γὰρ ἐτύγχανε τῷ Δαυίδῃ, καὶ πέμψας πρὸς αὐτὸν ἠσπάζετό τε καὶ συνέχαιρεν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς. ἀποστέλλει δὲ πρὸς αὐτὸν Σολόμων γράμματα δηλοῦντα τάδε·
51 βασιλεὺς Σολόμων Εἱρώμῳ βασιλεῖ. ἴσθι μου τὸν πατέρα βουληθέντα κατασκευάσαι τῷ θεῷ ναὸν ὑπὸ τῶν πολέμων καὶ τῶν συνεχῶν στρατειῶν κεκωλυμένον· οὐ γὰρ ἐπαύσατο πρότερον τοὺς ἐχθροὺς καταστρεφόμενος πρὶν ἢ πάντας αὐτοὺς φόρων ὑποτελεῖς πεποιηκέναι.
52 ἐγὼ δὲ χάριν οἶδα τῷ θεῷ τῆς παρούσης εἰρήνης καὶ διὰ ταύτην εὐσχολῶν οἰκοδομῆσαι τῷ θεῷ βούλομαι τὸν οἶκον· καὶ γὰρ ὑπʼ ἐμοῦ τοῦτον ἔσεσθαι τῷ πατρί μου προεῖπεν ὁ θεός. διὸ παρακαλῶ σε συμπέμψαι τινὰς τοῖς ἐμοῖς εἰς Λίβανον τὸ ὄρος κόψοντας ξύλα· πρὸς γὰρ τομὴν ὕλης ἐπιστημονέστερον ἔχουσι τῶν ἡμετέρων οἱ Σιδώνιοι. μισθὸν δʼ ὃν ἂν ὁρίσῃς ἐγὼ τοῖς ὑλουργοῖς παρέξω.
53 Ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν Εἵρωμος καὶ τοῖς ἐπεσταλμένοις ἡσθεὶς ἀντιγράφει τῷ Σολόμωνι· βασιλεὺς Εἵρωμος βασιλεῖ Σολόμωνι. τὸν μὲν θεὸν εὐλογεῖν ἄξιον, ὅτι σοι τὴν πατρῴαν παρέδωκεν ἡγεμονίαν ἀνδρὶ σοφῷ καὶ πᾶσαν ἀρετὴν ἔχοντι, ἐγὼ δὲ τούτοις ἡδόμενος ἅπαντα ὑπουργήσω τὰ ἐπεσταλμένα·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi