Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

60 Τῶν δὲ ἀφικομένων καὶ δηλωσάντων αὐτῷ τὰ συμβεβηκότα θαυμάσας ὁ Ἄδερ τὸ παράδοξον καὶ τὴν τοῦ θεοῦ τῶν Ἰσραηλιτῶν ἐπιφάνειαν καὶ δύναμιν καὶ τὸν προφήτην, ᾧ τὸ θεῖον οὕτως ἐναργῶς παρῆν, κρύφα μὲν οὐκέτι διέγνω τῷ τῶν Ἰσραηλιτῶν ἐπιχειρεῖν βασιλεῖ τὸν Ἐλισσαῖον δεδοικώς, φανερῶς δὲ πολεμεῖν ἔκρινε τῷ πλήθει τῆς στρατιᾶς καὶ τῇ δυνάμει νομίζων περιέσεσθαι τῶν πολεμίων.
61 καὶ στρατεύει μετὰ μεγάλης δυνάμεως ἐπὶ τὸν Ἰώραμον, ὃς οὐχ ἡγούμενος αὑτὸν ἀξιόμαχον εἶναι τοῖς Σύροις ἐνέκλεισεν αὑτὸν εἰς τὴν Σαμάρειαν θαρρῶν τῇ τῶν τειχῶν ὀχυρότητι. Ἄδερ δὲ λογισάμενος αἱρήσειν τὴν πόλιν, εἰ καὶ μὴ τοῖς μηχανήμασι, λιμῷ μέντοι καὶ σπάνει τῶν ἐπιτηδείων παραστήσεσθαι τοὺς Σαμαρεῖς, προσβαλὼν ἐπολιόρκει τὴν πόλιν.
62 οὕτω δὲ ἐπέλιπε τὸν Ἰώραμον ἡ τῶν ἀναγκαίων εὐπορία, ὡς διʼ ὑπερβολὴν τῆς ἐνδείας ἐν τῇ Σαμαρείᾳ πραθῆναι ὀγδοήκοντα μὲν ἀργυρῶν νομίσματος κεφαλὴν ὄνου, πέντε δὲ ἀργυρῶν νομίσματος ξέστην κόπρου περιστερῶν ἀντὶ ἁλῶν ὠνεῖσθαι τοὺς Ἑβραίους.
63 ἦν δʼ ἐν φόβῳ μὴ διὰ τὸν λιμὸν προδῷ τις τοῖς ἐχθροῖς τὴν πόλιν ὁ Ἰώραμος καὶ καθʼ ἑκάστην ἡμέραν ἐκπεριήρχετο τὰ τείχη καὶ τοὺς φύλακας, μή τις ἔνδον εἴη παρʼ αὐτῶν σκεπτόμενος καὶ τῷ βλέπεσθαι καὶ φροντίζειν ἀφαιρούμενος καὶ τὸ βούλεσθαί τι τοιοῦτον καὶ τὸ ἔργον, εἰ ταύτην τις τὴν γνώμην ἤδη λαμβάνειν ἔφθασεν.
64 ἀνακραγούσης δέ τινος γυναικός δέσποτα ἐλέησον νομίσας αἰτεῖν τι μέλλειν αὐτὴν τῶν πρὸς τροφὴν ὀργισθεὶς ἐπηράσατο αὐτῇ τὸν θεὸν καὶ μήτε ἅλως αὐτῷ μήτε ληνοὺς ὑπάρχειν ἔλεγεν, ὅθεν τι καὶ παράσχοι ἂν αὐτῇ δεομένῃ.
65 τῆς δʼ οὐδενὸς μὲν τούτων χρῄζειν εἰπούσης οὐδʼ ἐνοχλεῖν τροφῆς ἕνεκα, κριθῆναι δὲ ἀξιούσης πρὸς ἄλλην γυναῖκα, κελεύσαντος λέγειν καὶ διδάσκειν περὶ ὧν ἐπιζητεῖ συνθήκας ἔφη ποιήσασθαι μετὰ τῆς ἑτέρας γυναικὸς γειτνιώσης καὶ φίλης αὐτῇ τυγχανούσης, ὅπως ἐπεὶ τὰ τοῦ λιμοῦ καὶ τῆς ἐνδείας ἦν ἀμήχανα διαχρησάμενοι τὰ τέκνα, ἦν δὲ ἄρρεν ἑκατέρᾳ παιδίον, ἀνὰ μίαν ἡμέραν θρέψωμεν ἀλλήλας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi