Kitap 9
66
κἀγὼ μέν, φησί, πρώτη τοὐμὸν κατέσφαξα καὶ τὴν παρελθοῦσαν ἡμέραν τοὐμὸν ἐτράφημεν ἀμφότεραι· νῦν δʼ οὐ βούλεται ταὐτὸ ποιεῖν, ἀλλὰ παραβαίνει τὴν συνθήκην καὶ τὸν υἱὸν ἀφανῆ πεποίηκε.
67
τοῦτʼ ἐλύπησε σφοδρῶς Ἰώραμον ἀκούσαντα, καὶ περιρρηξάμενος τὴν ἐσθῆτα καὶ δεινὸν ἐκβοήσας ἔπειτα ὀργῆς ἐπὶ τὸν προφήτην Ἐλισσαῖον πληρωθεὶς ἀνελεῖν αὐτὸν ὥρμησεν, ὅτι μὴ δεῖται τοῦ θεοῦ πόρον τʼ αὐτοῖς καὶ διαφυγὴν τῶν περιεχόντων κακῶν δοῦναι· τόν τε ἀποτεμοῦντα αὐτοῦ τὴν κεφαλὴν εὐθὺς ἐξέπεμψε.
68
καὶ ὁ μὲν ἐπὶ τὴν ἀναίρεσιν ἠπείγετο τοῦ προφήτου· τὸν δʼ Ἐλισσαῖον οὐκ ἔλαθεν ἡ τοῦ βασιλέως ὀργή, καθεζόμενος δὲ οἴκαδε παρʼ αὑτῷ σὺν τοῖς μαθηταῖς ἐμήνυσεν αὐτοῖς, ὅτι Ἰώραμος ὁ τοῦ φονέως υἱὸς πέμψειε τὸν ἀφαιρήσοντα αὐτοῦ τὴν κεφαλήν.
69
ἀλλʼ ὑμεῖς, φησίν, ὅταν ὁ τοῦτο προσταχθεὶς ἀφίκηται, παραφυλάξαντες εἰσιέναι μέλλοντα προσαποθλίψατε τῇ θύρᾳ καὶ κατάσχετε· ἀκολουθήσει γὰρ αὐτῷ πρός με παραγινόμενος ὁ βασιλεὺς μεταβεβουλευμένος. καὶ οἱ μὲν τὸ κελευσθὲν ὡς ἧκεν ὁ πεμφθεὶς ὑπὸ τοῦ βασιλέως ἐπὶ τὴν ἀναίρεσιν τὴν Ἐλισσαίου ἐποίησαν·
70
Ἰώραμος δὲ καταγνοὺς τῆς ἐπὶ τὸν προφήτην ὀργῆς καὶ δείσας, μὴ φθάσῃ κτείνας αὐτὸν ὁ τοῦτο προσταχθείς, ἔσπευσε κωλῦσαι γενέσθαι τὸν φόνον καὶ διασῶσαι τὸν προφήτην. ἀφικόμενος δὲ πρὸς αὐτὸν ᾐτιᾶτο, ὅτι μὴ παρὰ τοῦ θεοῦ λύσιν αὐτοῖς τῶν παρόντων αἰτεῖται κακῶν, ἀλλʼ οὕτως ὑπʼ αὐτῶν φθειρομένους ὑπερορᾷ.
71
Ἐλισσαῖος δὲ εἰς τὴν ἐπιοῦσαν ἐπηγγέλλετο κατʼ ἐκείνην τὴν ὥραν, καθʼ ἣν ὁ βασιλεὺς ἀφίκετο πρὸς αὐτόν, ἔσεσθαι πολλὴν εὐπορίαν τροφῆς καὶ πραθήσεσθαι μὲν ἐν τῇ ἀγορᾷ σίκλου δύο κριθῆς σάτα, ὠνήσεσθαι δὲ σεμιδάλεως σάτον σίκλου.
72
ταῦτα τόν τε Ἰώραμον καὶ τοὺς παρόντας εἰς χαρὰν περιέτρεψε· πιστεύειν γὰρ τῷ προφήτῃ διὰ τὴν ἐπὶ τοῖς προπεπειραμένοις ἀλήθειαν οὐκ ὤκνουν, ἀλλὰ καὶ τὸ ἐπʼ ἐκείνης ἐνδεὲς τῆς ἡμέρας καὶ ταλαίπωρον ἡ προσδοκωμένη κοῦφον αὐτοῖς ἐποίει.