Kitap 9
73
ὁ δὲ τῆς τρίτης μοίρας ἡγεμὼν τῷ βασιλεῖ φίλος ὢν καὶ τότε φέρων αὐτὸν ἐπερηρεισμένον ἄπιστα, εἶπε, λέγεις, ὦ προφῆτα· καὶ ὥσπερ ἀδύνατον ἐκχέαι τὸν θεὸν ἐξ οὐρανοῦ καταρράκτας κριθῆς ἢ σεμιδάλεως, οὕτως ἀμήχανον καὶ τὰ ὑπὸ σοῦ νῦν εἰρημένα γενέσθαι. καὶ ὁ προφήτης πρὸς αὐτόν ταῦτα μέν, εἶπεν, ὄψει τοῦτο λαμβάνοντα τὸ τέλος, οὐ μεταλήψῃ δʼ οὐδενὸς τῶν ὑπαρξόντων.
74
Ἐξέβη τοίνυν τοῦτον τὸν τρόπον τὰ ὑπὸ Ἐλισσαίου προειρημένα· νόμος ἦν ἐν Σαμαρείᾳ τοὺς λέπραν ἔχοντας καὶ μὴ καθαροὺς ἀπὸ τῶν τοιούτων τὰ σώματα μένειν ἔξω τῆς πόλεως. ἄνδρες οὖν τὸν ἀριθμὸν τέσσαρες διὰ ταύτην τὴν αἰτίαν πρὸ τῶν πυλῶν μένοντες μηκέτι μηδενὸς αὐτοῖς διὰ τὴν ὑπερβολὴν τοῦ λιμοῦ
75
τροφὴν ἐκφέροντος εἰσελθεῖν μὲν εἰς τὴν πόλιν διὰ τὸν νόμον κεκωλυμένοι, κἂν ἐπιτραπῇ δʼ αὐτοῖς διαφθαρήσεσθαι κακῶς ὑπὸ τοῦ λιμοῦ λογισάμενοι, τοῦτο δὲ πείσεσθαι κἂν αὐτόθι μείνωσιν ἀπορίᾳ τροφῆς, παραδοῦναι τοῖς πολεμίοις αὑτοὺς ἔκριναν ὡς εἰ μὲν φείσαιντο αὐτῶν ζησόμενοι, εἰ δʼ ἀναιρεθεῖεν εὐθανατήσοντες.
76
ταύτην κυρώσαντες τὴν βουλὴν νυκτὸς ἧκον εἰς τὸ στρατόπεδον τῶν πολεμίων. ἤρχετο δʼ ἤδη τοὺς Σύρους ἐκφοβεῖν καὶ ταράττειν ὁ θεὸς καὶ κτύπον ἁρμάτων καὶ ἵππων ὡς ἐπερχομένης στρατιᾶς ταῖς ἀκοαῖς αὐτῶν ἐνηχεῖν καὶ ταύτην ἐγγυτέρω προσφέρειν αὐτοῖς τὴν ὑπόνοιαν.
77
ἀμέλει τοῦτον τὸν τρόπον ὑπʼ αὐτῆς διετέθησαν, ὥστε τὰς σκηνὰς ἐκλιπόντες συνέδραμον πρὸς τὸν Ἄδερα λέγοντες, ὡς Ἰώραμος ὁ τῶν Ἰσραηλιτῶν μισθωσάμενος συμμάχους τόν τε τῶν Αἰγυπτίων βασιλέα καὶ τὸν τῶν νήσων ἐπʼ αὐτοὺς ἄγει· προσιόντων γὰρ αὐτῶν ἐπακούειν τοῦ κτύπου.
78
ταῦτα λέγουσιν ὁ Ἄδερ, καὶ γὰρ αὐτὸς περιεψοφεῖτο ἤδη τὰς ἀκοὰς ὁμοίως τῷ πλήθει, προσέσχε καὶ μετὰ πολλῆς ἀταξίας καὶ θορύβου καταλιπόντες ἐν τῇ παρεμβολῇ τοὺς ἵππους καὶ τὰ ὑποζύγια καὶ πλοῦτον ἄφθονον εἰς φυγὴν ἐχώρησαν.