Kitap 9
79
οἱ λεπροὶ δὲ οἱ ἐκ τῆς Σαμαρείας ἀναχωρήσαντες εἰς τὸ τῶν Σύρων στρατόπεδον, ὧν μικρὸν ἔμπροσθεν ἐπεμνήσθημεν, ὡς γενόμενοι πρὸς τῇ παρεμβολῇ πολλὴν ἡσυχίαν καὶ ἀφωνίαν ἔβλεπον οὖσαν καὶ παρελθόντες δὲ εἴσω καὶ ὁρμήσαντες εἰς μίαν σκηνὴν οὐδένα ἑώρων, ἐμφαγόντες καὶ πιόντες ἐβάστασαν ἐσθῆτα καὶ πολὺν χρυσὸν κομίσαντες ἔξω τῆς παρεμβολῆς ἔκρυψαν·
80
ἔπειτʼ εἰς ἑτέραν σκηνὴν παρελθόντες ὁμοίως τὰ ἐν αὐτῇ πάλιν ἐξεκόμισαν, καὶ τοῦτʼ ἐποίησαν τετράκις μηδενὸς αὐτοῖς ὅλως ἐντυγχάνοντος. ὅθεν εἰκάσαντες ἀνακεχωρηκέναι τοὺς πολεμίους κατεγίνωσκον αὑτῶν μὴ ταῦτα δηλούντων τῷ Ἰωράμῳ καὶ τοῖς πολίταις.
81
καὶ οἱ μὲν ἐλθόντες πρὸς τὸ τῆς Σαμαρείας τεῖχος καὶ ἀναβοήσαντες πρὸς τοὺς φύλακας ἐμήνυον αὐτοῖς τὰ περὶ τοὺς πολεμίους, ἐκεῖνοι δὲ ταῦτʼ ἀπήγγειλαν τοῖς τοῦ βασιλέως φύλαξι, παρʼ ὧν μαθὼν Ἰώραμος μεταπέμπεται τοὺς φίλους καὶ τοὺς ἡγεμόνας.
82
πρὸς οὓς ἐλθόντας ἐνέδραν καὶ τέχνην ὑπονοεῖν ἔλεγε τὴν ἀναχώρησιν τοῦ τῶν Σύρων βασιλέως ἀπογνόντος ἡμᾶς τῷ λιμῷ διαφθαρήσεσθαι, ἵνα ὡς πεφευγότων εἰς διαρπαγὴν ἐξελθόντων τῆς παρεμβολῆς αἰφνιδίως ἐπιπέσῃ καὶ κτείνῃ μὲν αὐτούς, ἀμαχητὶ δὲ ἕλῃ τὴν πόλιν· ὅθεν ὑμῖν παραινῶ διὰ φυλακῆς ἔχειν αὐτὴν μὴ καταφρονήσαντας τῷ τοὺς πολεμίους ἀνακεχωρηκέναι·
83
φήσαντος δέ τινος, ὡς ἄριστα μὲν καὶ συνετώτατα ὑπονοήσειε, πέμψαι γε μὴν συμβουλεύσαντος δύο τῶν ἱππέων τοὺς τὴν ἄχρι Ἰορδάνου πᾶσαν ἐξερευνήσοντας, ἵνʼ εἰ ληφθέντες ὑπὸ λοχώντων τῶν πολεμίων διαφθαρεῖεν φυλακὴ τῇ στρατιᾷ γένωνται τοῦ μηδὲν ὅμοιον παθεῖν αὐτὴν ἀνυπόπτως προελθοῦσαν· προσαριθμήσεις δέ, φησί, τοῖς ὑπὸ τοῦ λιμοῦ τεθνηκόσι τοὺς ἱππεῖς, κἂν ὑπὸ τῶν ἐχθρῶν ληφθέντες ἀπόλωνται.
84
ἀρεσθεὶς δὲ τῇ γνώμῃ τότε τοὺς κατοψομένους ἐξέπεμψεν· οἱ δὲ κενὴν μὲν πολεμίων τὴν ὁδὸν ἤνυσαν, μεστὴν δὲ σιτίων καὶ ὅπλων εὗρον, ἃ διὰ τὸ κοῦφοι πρὸς τὸ φεύγειν εἶναι ῥίπτοντες κατέλιπον. ταῦτʼ ἀκούσας ὁ βασιλεὺς ἐπὶ διαρπαγὴν τῶν ἐν τῷ στρατοπέδῳ τὸ πλῆθος ἐξαφῆκεν.