Kitap 9
arg
ιδ. ὡς κατὰ κράτος εἷλεν ὁ τῶν Ἀσσυρίων βασιλεὺς Δαμασκὸν καὶ διέφθειρε μὲν αὐτῶν τὸν βασιλέα, τοὺς δὲ ἀνθρώπους ἀναστήσας εἰς Μηδίαν ἕτερα ἔθνη κατῴκισεν ἐν Δαμασκῷ.
arg
ιε. ὡς Σαλμανάσαρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς στρατευσάμενος ἐπὶ Σαμάρειαν καὶ πέντε πολιορκήσας ἔτεσιν ἐν αὐτῇ τὸν τῶν Ἰσραηλιτῶν βασιλέα Ὠσῆν παραστησάμενος τὴν πόλιν ἀπέκτεινεν,
arg
ιϛ. καὶ ὡς ὁ Ἀσσύριος τὰς δέκα τῶν Ἰσραηλιτῶν φυλὰς εἰς τὴν Μηδίαν κατοικίσας ἐκ τῆς Περσίδος τὸ τῶν Χουθαίων ἔθνος εἰς τὴν ἐκείνων μετήγαγε χώραν, οὓς Ἕλληνες Σαμαρεῖς καλοῦσιν.
arg
περιέχει ἡ βίβλος χρόνον ἐτῶν ἑκατὸν καὶ πεντήκοντα καὶ ζ μηνῶν.
1
Ἰωσαφάτῃ δὲ τῷ βασιλεῖ παραγενομένῳ εἰς Ἱεροσόλυμα ἀπὸ τῆς συμμαχίας τῆς πρὸς Ἄχαβον τὸν τῶν Ἰσραηλιτῶν βασιλέα, ἣν Ἄδερι τῷ Σύρων πολεμοῦντι βασιλεῖ παρασχὼν ἦν ὡς προειρήκαμεν, Ἰηοῦς ὁ προφήτης συντυχὼν ᾐτιᾶτο τῆς πρὸς Ἄχαβον συμμαχίας ἄνθρωπον ἀσεβῆ καὶ πονηρόν· τὸν γὰρ θεὸν ἀηδῶς μὲν ἐπὶ τούτῳ διατεθῆναι, ῥύσασθαι μέντοι καίπερ ἡμαρτηκότα διὰ τὴν ἰδίαν αὐτοῦ φύσιν οὖσαν ἀγαθὴν ἔλεγεν ἐκ τῶν πολεμίων.
2
καὶ τότε μὲν ἐπʼ εὐχαριστίας καὶ θυσίας ὁ βασιλεὺς τρέπεται τοῦ θεοῦ· μετὰ ταῦτα δὲ τὴν χώραν ὥρμησεν περιερχόμενος ἐν κύκλῳ πᾶσαν ὅσης αὐτὸς ἐπῆρχε τὸν λαὸν ἐκδιδάσκειν τά τε νόμιμα τὰ διὰ Μωσήους ὑπὸ θεοῦ δοθέντα καὶ τὴν εὐσέβειαν τὴν πρὸς αὐτόν.
3
καὶ δικαστὰς ἀποδείξας ἐν ἑκάστῃ πόλει τῶν βασιλευομένων ὑπʼ αὐτοῦ παρεκελεύσατο μηδενὸς οὕτως ὡς τοῦ δικαίου προνοουμένους κρίνειν τοῖς ὄχλοις μήτε δώρων μήτε ἀξιώματος τῶν ἐν ὑπεροχῇ διὰ πλοῦτον ἢ γένος εἶναι δοκούντων, βραβεύειν δὲ ἅπασι τὸ ἴσον ἐπισταμένους, ὅτι καὶ τῶν κρύφα πραττομένων ἕκαστον ὁ θεὸς βλέπει.
4
ταῦτα διδάξας κατὰ πόλιν ἑκάστην τῶν δύο φυλῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, κατέστησε δὲ καὶ ἐν τούτοις κριτὰς ἐκ τῶν ἱερέων καὶ τῶν Ληουιτῶν καὶ τῶν τὰ πρῶτα τοῦ πλήθους φερομένων παραινέσας ἐπιμελεῖς καὶ δικαίας ποιεῖσθαι πάσας τὰς κρίσεις·