Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

134 τούτοις πεισθεὶς ὁ Ἰωνάδαβος ἀναβὰς εἰς τὸ ἅρμα εἰς Σαμάρειαν παραγίνεται. ἀναζητήσας δὲ πάντας τοὺς Ἀχάβου συγγενεῖς Ἰηοῦς ἀποκτείνει. βουλόμενος δὲ μηδένα τῶν ψευδοπροφητῶν μηδʼ ἱερέων τῶν Ἀχάβου θεῶν τὴν τιμωρίαν διαφυγεῖν ἀπάτῃ καὶ δόλῳ πάντας αὐτοὺς συνέλαβεν·
135 ἀθροίσας γὰρ τὸν λαὸν ἔφη βούλεσθαι διπλασίονας ὧν Ἄχαβος εἰσηγήσατο θεῶν προσκυνεῖν καὶ τοὺς ἐκείνων ἱερεῖς καὶ προφήτας ἠξίου καὶ δούλους αὐτῶν παρεῖναι· θυσίας γὰρ πολυτελεῖς καὶ μεγάλας ἐπιτελεῖν μέλλειν τοῖς Ἀχάβου θεοῖς· τὸν δʼ ἀπολειφθέντα τῶν ἱερέων θανάτῳ ζημιώσειν. ὁ δὲ θεὸς Ἀχάβου Βαὰλ ἐκαλεῖτο.
136 τάξας δὲ ἡμέραν, καθʼ ἣν ἔμελλε ποιήσειν τὰς θυσίας διέπεμπεν ἀνὰ πᾶσαν τὴν Ἰσραηλιτῶν χώραν τοὺς ἄξοντας πρὸς αὐτὸν τοὺς ἱερεῖς τοῦ Βαάλ. ἐκέλευσε δʼ Ἰηοῦς τῷ ἱερεῖ δοῦναι πᾶσιν ἐνδύματα· λαβόντων δὲ παρελθὼν εἰς τὸν οἶκον μετὰ τοῦ φίλου Ἰωναδάβου μή τις ἐν αὐτοῖς ἀλλόφυλος εἴη καὶ ξένος ἐρευνῆσαι προσέταξεν· οὐ βούλεσθαι γὰρ τοῖς ἱεροῖς αὐτῶν ἀλλότριον παρατυγχάνειν.
137 τῶν δὲ εἰπόντων μὲν οὐδένα παρεῖναι ξένον καταρξαμένων δὲ τῶν θυσιῶν περιέστησεν ὀγδοήκοντα τὸν ἀριθμὸν ἄνδρας, οὓς ᾔδει πιστοτάτους τῶν ὁπλιτῶν, κελεύσας αὐτοῖς ἀποκτεῖναι τοὺς ψευδοπροφήτας καὶ νῦν τοῖς πατρίοις ἔθεσι τιμωρεῖν πολὺν ἤδη χρόνον ὠλιγωρημένοις, ὑπὲρ τῶν διαφυγόντων τὰς ἐκείνων ἀφαιρεθήσεσθαι ψυχὰς ἀπειλήσας.
138 οἱ δὲ τούς τε ἄνδρας ἅπαντας κατέσφαξαν καὶ τὸν οἶκον τοῦ Βαὰλ ἐμπρήσαντες ἐκάθηραν οὕτως ἀπὸ τῶν ξενικῶν ἐθισμῶν τὴν Σαμάρειαν. οὗτος ὁ Βαὰλ Τυρίων ἦν θεός. Ἄχαβος δὲ τῷ πενθερῷ βουλόμενος χαρίσασθαι Εἰθωβάλῳ Τυρίων ὄντι βασιλεῖ καὶ Σιδωνίων ναόν τε αὐτῷ κατεσκεύασεν ἐν Σαμαρείᾳ καὶ προφήτας ἀπέδειξε καὶ πάσης θρησκείας ἠξίου.
139 ἀφανισθέντος δὲ τούτου τοῦ θεοῦ τὰς χρυσᾶς δαμάλεις προσκυνεῖν τοῖς Ἰσραηλίταις Ἰηοῦς ἐπέτρεψε. ταῦτα δὲ διαπραξαμένῳ καὶ προνοήσαντι τῆς κολάσεως τῶν ἀσεβῶν ὁ θεὸς διὰ τοῦ προφήτου προεῖπεν ἐπὶ τέσσαρας γενεὰς τοὺς παῖδας αὐτοῦ βασιλεύσειν τῶν Ἰσραηλιτῶν. καὶ τὰ μὲν περὶ Ἰηοῦν ἐν τούτοις ὑπῆρχεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi