Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

160 οὐ γὰρ ἔφθη αὐτὸν Ἰηοῦς ἀμύνασθαι κακοῦντα τὴν χώραν, ἀλλὰ καὶ τῶν εἰς τὸ θεῖον ὑπερόπτης γενόμενος καὶ καταφρονήσας τῆς ὁσίας καὶ τῶν νόμων ἀπέθανε βασιλεύσας ἔτη τῶν Ἰσραηλιτῶν ἑπτὰ καὶ εἴκοσι. ἐτάφη δὲ ἐν Σαμαρείᾳ τῆς ἀρχῆς διάδοχον Ἰώαζον τὸν υἱὸν καταλιπών.
161 Τὸν δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέα Ἰώασον ὁρμή τις ἔλαβε τὸν ναὸν ἀνακαινίσαι τοῦ θεοῦ, καὶ τὸν ἀρχιερέα καλέσας Ἰώδαν εἰς ἅπασαν ἐκέλευσε πέμψαι τὴν χώραν τοὺς Ληουίτας καὶ ἱερέας αἰτήσοντας ὑπὲρ ἑκάστης κεφαλῆς ἡμίσικλον ἀργύρου εἰς ἐπισκευὴν καὶ ἀνανέωσιν τοῦ ναοῦ καταλυθέντος ὑπὸ Ἰωράμου καὶ Ὀθλίας καὶ τῶν παίδων αὐτῆς.
162 ὁ δʼ ἀρχιερεὺς τοῦτο μὲν οὐκ ἐποίησε συνεὶς ὡς οὐδεὶς προεῖται τἀργύριον, τρίτῳ δὲ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει μεταπεμψαμένου τοῦ βασιλέως αὐτόν τε καὶ Ληουίτας καὶ ὡς παρακούσαντας ὧν προσέταξεν αἰτιωμένου καὶ κελεύσαντος εἰς τὸ μέλλον προνοεῖσθαι τῆς ἐπισκευῆς τοῦ ναοῦ, στρατηγήματι χρῆται πρὸς τὴν συλλογὴν τῶν χρημάτων ὁ ἀρχιερεὺς ᾧ τὸ πλῆθος ἡδέως ἔσχε τοιούτῳ·
163 ξύλινον κατασκευάσας θησαυρὸν καὶ κλείσας πανταχόθεν ὀπὴν αὐτῷ μίαν ἤνοιξεν. ἔπειτα θεὶς εἰς τὸ ἱερὸν παρὰ τὸν βωμὸν ἐκέλευσεν ἕκαστον ὅσον βούλεται βάλλειν εἰς αὐτὸν διὰ τῆς ὀπῆς εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ. πρὸς τοῦτο πᾶς ὁ λαὸς εὖ διετέθη καὶ πολὺν ἄργυρον καὶ χρυσὸν φιλοτιμούμενοι καὶ συνεισφέροντες ἤθροισαν.
164 κενοῦντες δὲ τὸν θησαυρὸν καὶ παρόντος τοῦ βασιλέως ἀριθμοῦντες τὸ συνειλεγμένον ὅ τε γραμματεὺς καὶ ἱερεὺς τῶν γαζοφυλακίων ἔπειτʼ εἰς τὸν αὐτὸν ἐτίθεσαν τόπον. καὶ τοῦτʼ ἐποίουν ἑκάστης ἡμέρας. ὡς δʼ ἀποχρῶν τὸ πλῆθος ἐδόκει τῶν χρημάτων ἔπεμψαν μισθούμενοι λατόμους καὶ οἰκοδόμους ὁ ἀρχιερεὺς Ἰώδας καὶ ὁ βασιλεὺς Ἰώασος καὶ ἐπὶ ξύλα μεγάλα καὶ τῆς καλλίστης ὕλης.
165 ἐπισκευασθέντος δὲ τοῦ ναοῦ τὸν ὑπολειφθέντα χρυσὸν καὶ ἄργυρον, οὐκ ὀλίγος δὲ ἦν, εἴς τε κρατῆρας καὶ οἰνοχόας καὶ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη κατεχρήσαντο θυσίαις τε πολυτελέσιν ὁσημέραι τὸν βωμὸν πιαίνοντες διετέλουν. καὶ ταῦτα μὲν ἐφʼ ὅσον Ἰώδας χρόνον ἔζη τῆς προσηκούσης ἐτύγχανε σπουδῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi