Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

5 ἂν δὲ περὶ μειζόνων διαφορὰν ἔχοντες τῶν ὁμοφύλων τινὲς ἐκ τῶν ἄλλων πρὸς αὐτοὺς πέμψωσι πόλεων, τούτοις δὲ μετὰ πλείονος σπουδῆς ἀποφαίνεσθαι δικαίως περὶ τῶν πραγμάτων· μάλιστα γὰρ τὰς ἐν ταύτῃ τῇ πόλει κρίσεις, ἐν ᾗ τόν τε ναὸν εἶναι τοῦ θεοῦ συμβέβηκε καὶ δίαιταν ὁ βασιλεὺς ἔχει, προσῆκε σπουδαίας εἶναι καὶ δικαιοτάτας.
6 ἄρχοντας δʼ αὐτῶν ἀποδείκνυσιν Ἀμασίαν τὸν ἱερέα καὶ Ζαβαδίαν ἐκ τῆς Ἰούδα φυλῆς ἑκατέρους. καὶ ὁ μὲν βασιλεὺς τοῦτον τὸν τρόπον διέτασσε τὰ πράγματα.
7 Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐστράτευον ἐπʼ αὐτὸν Μωαβῖται καὶ Ἀμμανῖται συμπαραλαβόντες καὶ Ἀράβων μεγάλην μοῖραν, καὶ καταστρατοπεδεύονται πρὸς Ἐγγάδῃ πόλει κειμένῃ πρὸς τῇ Ἀσφαλτίδι λίμνῃ τριακοσίους ἀπεχούσῃ σταδίους τῶν Ἱεροσολύμων· γεννᾶται δʼ ἐν αὐτῇ φοίνιξ ὁ κάλλιστος καὶ ὀποβάλσαμον.
8 ἀκούσας δʼ Ἰωσαφάτης, ὅτι τὴν λίμνην διαβάντες οἱ πολέμιοι ἐμβεβλήκασιν ἤδη εἰς τὴν βασιλευομένην ὑπʼ αὐτοῦ χώραν, δείσας εἰς ἐκκλησίαν συνάγει τὸν δῆμον τῶν Ἱεροσολυμιτῶν εἰς τὸ ἱερόν, καὶ στὰς κατὰ πρόσωπον τοῦ ναοῦ ηὔχετο καὶ ἐπεκαλεῖτο τὸν θεὸν παρασχεῖν αὐτῷ δύναμιν καὶ ἰσχύν, ὥστε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας·
9 καὶ γὰρ τοῦτο δεηθῆναι τοὺς τὸ ἱερὸν κατασκευασαμένους αὐτοῦ, ὅπως ὑπερμάχηται τῆς πόλεως ἐκείνης καὶ τοὺς ἐπʼ αὐτὸ τολμήσαντας ἐλθεῖν ἀμύνηται, οἳ τὴν ὑπʼ αὐτοῦ δοθεῖσαν γῆν εἰς κατοίκησιν ἀφελέσθαι πάρεισιν αὐτούς. ταῦτʼ εὐχόμενος ἐδάκρυε καὶ σύμπαν δὲ τὸ πλῆθος γυναιξὶν ἅμα καὶ τέκνοις ἱκέτευεν.
10 Ἰαζίηλος δέ τις προφήτης παρελθὼν εἰς μέσην τὴν ἐκκλησίαν ἀνεβόησε τῷ τε πλήθει λέγων καὶ τῷ βασιλεῖ, τὸν θεὸν ἐπακοῦσαι τῶν εὐχῶν καὶ πολεμήσειν αὐτὸν τοῖς ἐχθροῖς ἐπαγγέλλεσθαι. προσέταξε δὲ τῇ ἐπιούσῃ τὴν στρατιὰν ἐξελάσαντα τοῖς πολεμίοις ὑπαντᾶν·
11 εὑρήσειν γὰρ αὐτοὺς ἐπὶ τῆς μεταξὺ Ἱεροσολύμων καὶ Ἐγγάδης ἀναβάσεως λεγομένης δʼ Ἐξοχῆς· καὶ μὴ συμβαλεῖν μὲν αὐτοῖς, στάντας δὲ μόνον ὁρᾶν, πῶς αὐτοῖς μάχεται τὸ θεῖον. τοῦ δὲ προφήτου ταῦτʼ εἰπόντος ὁ μὲν βασιλεὺς καὶ τὸ πλῆθος πεσόντες ἐπὶ πρόσωπον ηὐχαρίστουν τῷ θεῷ καὶ προσεκύνουν, οἱ δὲ Ληουῖται τοῖς ὀργάνοις διετέλουν ὑμνοῦντες.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi