Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

215 Ἱερόβαμος δʼ ὁ βασιλεὺς μετὰ πάσης εὐδαιμονίας τὸν βίον διαγαγὼν καὶ ἄρξας ἔτη τεσσαράκοντα ἐτελεύτησε καὶ θάπτεται μὲν ἐν Σαμαρείᾳ, διαδέχεται δὲ αὐτοῦ τὴν βασιλείαν υἱὸς Ζαχαρίας. τὸν αὐτὸν δὲ τρόπον καὶ Ὀζίας ὁ τοῦ Ἀμασία υἱός,
216 ἔτος ἤδη τέταρτον πρὸς τοῖς δέκα βασιλεύοντος Ἱεροβοάμου, τῶν δύο φυλῶν ἐβασίλευσεν ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἀχίας μὲν τοὔνομα ἀστῆς δὲ τὸ γένος. ἀγαθὸς δὲ ἦν καὶ δίκαιος τὴν φύσιν καὶ μεγαλόφρων καὶ προνοῆσαι τῶν πραγμάτων φιλοπονώτατος.
217 στρατευσάμενος δὲ καὶ ἐπὶ Παλαιστίνους καὶ νικήσας μάχῃ πόλεις αὐτῶν ἔλαβε κατὰ κράτος Γίτταν καὶ Ἰάμνειαν καὶ κατέσκαψεν αὐτῶν τὰ τείχη. μετὰ δὲ ταύτην τὴν στρατείαν ἐπῆλθε τοῖς τῇ Αἰγύπτῳ γειτνιῶσιν Ἄραψι καὶ πόλιν κτίσας ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης ἐγκατέστησεν αὐτῇ φρουράν.
218 ἔπειτα τοὺς Ἀμμανίτας καταστρεψάμενος καὶ φόρους αὐτοῖς ὁρίσας τελεῖν καὶ πάντα τὰ μέχρι τῶν Αἰγυπτίων ὅρων χειρωσάμενος τῶν Ἱεροσολύμων ἤρχετο ποιεῖσθαι τὸ λοιπὸν τὴν ἐπιμέλειαν· ὅσα γὰρ τῶν τειχῶν ἢ ὑπὸ τοῦ χρόνου καταβέβλητο ἢ ὑπὸ τῆς ὀλιγωρίας τῶν πρὸ αὐτοῦ βασιλέων, ταῦτά τε ἀνῳκοδόμει καὶ κατεσκεύαζεν, ὅσα τε ἦν καταβεβλημένα ὑπὸ τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως, ὅτε τὸν πατέρα αὐτοῦ λαβὼν αἰχμάλωτον τὸν Ἀμασίαν εἰσῆλθεν εἰς τὴν πόλιν.
219 προσῳκοδόμησε δὲ καὶ πύργους πολλοὺς πεντήκοντα πηχῶν ἕκαστον. καὶ φρουροὺς δὲ ἐνετείχισε τοῖς ἐρήμοις χωρίοις καὶ πολλοὺς ὀχετοὺς ὤρυξεν ὑδάτων. ἦν δʼ αὐτῷ καὶ ὑποζυγίων καὶ τῶν ἄλλων θρεμμάτων ἄπειρόν τι πλῆθος· εὐφυὴς γὰρ ἦν ἡ χώρα πρὸς νομάς.
220 γεωργικὸς δὲ ὢν σφόδρα τῆς γῆς ἐπεμελεῖτο φυτοῖς αὐτὴν καὶ παντοδαποῖς τιθηνῶν σπέρμασι. στρατιᾶς δʼ εἶχεν ἐπιλέκτου περὶ αὑτὸν μυριάδας ἑπτὰ καὶ τριάκοντα, ἧς ἡγεμόνες ἦσαν καὶ ταξίαρχοι καὶ χιλίαρχοι γενναῖοι καὶ τὴν ἀλκὴν ἀνυπόστατοι τὸν ἀριθμὸν δισχίλιοι.
221 διέταξε δʼ εἰς φάλαγγας τὴν ὅλην στρατιὰν καὶ ὥπλισε ῥομφαίαν δοὺς ἑκάστῳ καὶ θυρεοὺς καὶ θώρακας χαλκέους καὶ τόξα καὶ σφενδόνας. ἔτι δὲ πρὸς τούτοις μηχανήματα πολλὰ πρὸς πολιορκίας κατεσκεύασε πετρόβολά τε καὶ δορύβολα καὶ ἅρπαγας καὶ ἀρτῆρας καὶ ὅσα τούτοις ὅμοια.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi