Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

242 καὶ ἄλλα δὲ πολλὰ πρὸς τούτοις ἐπροφήτευσεν οὗτος ὁ προφήτης περὶ Νινύης, ἃ λέγειν οὐκ ἀναγκαῖον ἡγησάμην, ἵνα δὲ μὴ τοῖς ἐντυγχάνουσιν ὀχληρὸς δοκῶ παρέλιπον. συνέβη δὲ πάντα τὰ προειρημένα περὶ Νινύης μετὰ ἔτη ἑκατὸν καὶ πεντεκαίδεκα. περὶ μὲν τούτων ἀποχρώντως ἡμῖν δεδήλωται.
243 Ὁ δὲ Ἰώθαμος μετήλλαξεν ἔτη βιώσας ἓν καὶ τεσσαράκοντα βασιλεύσας δʼ ἐξ αὐτῶν ἑκκαίδεκα, θάπτεται δὲ ἐν ταῖς βασιλικαῖς θήκαις. ἔρχεται δʼ εἰς τὸν υἱὸν αὐτοῦ Ἄχαζον ἡ βασιλεία, ὃς ἀσεβέστατος εἰς τὸν θεὸν γενόμενος καὶ τοὺς πατρίους παραβὰς νόμους τοὺς Ἰσραηλιτῶν βασιλέας ἐμιμήσατο βωμοὺς ἐν Ἱεροσολύμοις ἀναστήσας καὶ θύων ἐπʼ αὐτῶν τοῖς εἰδώλοις, οἷς καὶ ἴδιον ὡλοκαύτωσε παῖδα κατὰ τὰ Χαναναίων ἔθη, καὶ τούτοις ἄλλα παραπλήσια διεπράττετο.
244 ἔχοντος δʼ οὕτως καὶ μεμηνότος ἐστράτευσεν ἐπʼ αὐτὸν ὁ τῶν Σύρων καὶ Δαμασκηνῶν βασιλεὺς Ῥαασὴς καὶ Φακέας ὁ τῶν Ἰσραηλιτῶν· φίλοι γὰρ ἦσαν· καὶ συνελάσαντες αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ἐπὶ πολὺν ἐπολιόρκουν χρόνον διὰ τὴν τῶν τειχῶν ὀχυρότητα μηδὲν ἀνύοντες.
245 ὁ δὲ τῶν Σύρων βασιλεὺς λαβὼν τὴν πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ πόλιν Ἠλαθοὺς καὶ τοὺς ἐνοικοῦντας ἀποκτείνας ἐγκατῴκισεν αὐτῇ Σύρους. τοὺς δʼ ἐντοῖς φρουρίοις ὁμοίως καὶ τοὺς πέριξ Ἰουδαίους διαφθείρας καὶ λείαν πολλὴν ἀπελάσας εἰς Δαμασκὸν μετὰ τῆς στρατιᾶς ἀνέζευξεν.
246 ὁ δὲ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς γνοὺς τοὺς Σύρους ἐπʼ οἴκου κεχωρηκότας καὶ νομίσας ἀξιόμαχος εἶναι τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ τὴν δύναμιν ἐπʼ αὐτὸν ἐξήγαγε, καὶ συμβαλὼν ἐνικήθη κατὰ μῆνιν τοῦ θεοῦ, ἣν ἐπὶ τοῖς ἀσεβήμασιν αὐτοῦ πολλοῖς ἅμα καὶ μεγάλοις εἶχεν·
247 δώδεκα γὰρ μυριάδες κατʼ ἐκείνην αὐτοῦ τὴν ἡμέραν ὑπὸ τῶν Ἰσραηλιτῶν ἀνῃρέθησαν, ὧν ὁ στρατηγὸς Ζαχάριν τὸν υἱὸν ἀπέκτεινεν ἐν τῇ συμβολῇ τοῦ βασιλέως Ἀχάζου Ἀμασίας ὄνομα, καὶ τὸν ἐπίτροπον τῆς βασιλείας ἁπάσης Ἐρκὰμ καὶ τὸν τῆς Ἰούδα φυλῆς στρατηγὸν Ἐλικὰν αἰχμάλωτον ἔλαβον, καὶ ἐκ τῆς Βενιαμίτιδος φυλῆς γυναῖκας καὶ παῖδας ἀπήγαγον, καὶ πολλὴν λείαν διαρπάσαντες ἀνεχώρησαν εἰς Σαμάρειαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi