Thesauros Edebiyat Tarih Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
236 Ταῦτα τὰ γράμματα λαβόντες οἱ περὶ τὸν Ἰωνάθην οὐκέτι μὲν ἀντιγράφουσιν· συνέδριον δὲ τῶν φίλων καθίσαντες καὶ τὸν Ἰωάννην παραλαβόντες ἐβουλεύοντο, τίνα τρόπον ἐπιχειρήσωσί μοι.
237 καὶ Ἰωάννῃ μὲν ἐδόκει γράφειν πρὸς πάσας τὰς ἐν τῇ Γαλιλαίᾳ πόλεις καὶ κώμας, εἶναι γὰρ ἐν ἑκάστῃ πάντως ἕνα γοῦν καὶ δεύτερον διάφορον ἐμοί, καὶ καλεῖν τούτους ὡς ἐπὶ πολέμιον ἐκελεύετο πέμπειν τὸ δόγμα τοῦτο καὶ εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν, ἵνα κἀκεῖνοι γνόντες ὑπὸ τῶν Γαλιλαίων κεκρίσθαι με πολέμιον καὶ αὐτοὶ ψηφίσωνται· γενομένου γὰρ τούτου καὶ τοὺς εὔνως ἔχοντάς μοι Γαλιλαίους ἐγκαταλείψειν ἔφη φοβηθέντας.
238 ταῦτα συμβουλεύσαντος Ἰωάννου σφόδρα καὶ τοῖς ἄλλοις ἤρεσεν τὰ λεχθέντα.
239 περὶ δʼ ὥραν τῆς νυκτὸς τρίτην εἰς γνῶσιν ἧκέ μοι ταῦτα, Σακχαίου τῶν σὺν αὐτοῖς τινος αὐτομολήσαντος πρός με καὶ τὴν ἐπιχείρησιν αὐτῶν ἀπαγγείλαντος· οὐκέτι δὴ δεῖν ὑπερτίθεσθαι τὸν καιρόν.
240 ἄξιον δὲ κρίνας Ἰάκωβον ὁπλίτην τῶν περὶ ἐμὲ πιστὸν κελεύω διακοσίους ὁπλίτας λαβόντα φρουρεῖν τὰς ἀπὸ Γαβάρων εἰς τὴν Γαλιλαίαν ἐξόδους, καὶ τοὺς παριόντας συλλαμβάνοντα πρὸς ἐμὲ πέμπειν, μάλιστα δὲ τοὺς μετὰ γραμμάτων ἁλισκομένους·
241 Ἰερεμίαν δὲ καὶ αὐτὸν ἐκ τῶν φίλων μου μεθʼ ἑξακοσίων ὁπλιτῶν εἰς τὴν μεθόριον τῆς Γαλιλαίας ἔπεμψα τὰς ἀπὸ ταύτης εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ὁδοὺς παραφυλάξοντα, πρόσταγμα δοὺς κἀκείνῳ τοὺς μετʼ ἐπιστολῶν ὁδεύοντας συλλαμβάνειν καὶ τοὺς μὲν ἄνδρας ἐν δεσμοῖς ἐπὶ τόπου φυλάττειν, τὰ δὲ γράμματα πρὸς ἐμὲ διαπέμπειν.
242 Ταῦτα τοῖς πεμπομένοις ἐντειλάμενος Γαλιλαίοις διήγγειλα κελεύων εἰς τὴν ἐπιοῦσαν ἀναλαβόντας τὰ ὅπλα καὶ τριῶν ἡμερῶν τροφὴν εἰς Γαβαρὼθ κώμην παραγενέσθαι πρός με. τῶν δὲ περὶ ἐμὲ ὁπλιτῶν μοίρας τέτταρας νείμας τοὺς πιστοτάτους αὐτῶν περὶ τὴν τοῦ σώματος φυλακὴν ἔταξα, ταξιάρχους αὐτοῖς ἐπιστήσας καὶ φροντίζειν κελεύσας ὑπὲρ τοῦ μηδένα στρατιώτην ἄγνωστον αὐτοῖς συναναμίγνυσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi