Thesauros Edebiyat Tarih Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
259 Ταῦτʼ ἔτι λέγοντος κοιναὶ παρὰ πάντων ἐγένοντο φωναὶ καλούντων εὐεργέτην με καὶ σωτῆρα, καὶ περὶ μὲν τῶν πεπραγμένων ἐμαρτύρουν, περὶ δὲ τῶν πραχθησομένων παρεκάλουν, πάντες δʼ ὤμνυον ἀνυβρίστους μὲν ἔχειν τὰς γυναῖκας, λελυπῆσθαι δὲ μηδέποτε μηδὲν ὑπʼ ἐμοῦ.
260 μετὰ τοῦτο δύο τῶν ἐπιστολῶν, ἃς οἱ κατασταθέντες ὑπʼ ἐμοῦ φρουροὶ πεμφθείσας ὑπὸ τῶν περὶ τὸν Ἰωνάθην ἑλόντες ἀπεστάλκεισαν πρὸς ἐμέ, παρανεγίνωσκον τοῖς Γαλιλαίοις πολλῶν βλασφημιῶν πλήρεις καὶ καταψευδομένας, ὅτι τυραννίδι μᾶλλον ἢ στρατηγίᾳ χρῶμαι κατʼ αὐτῶν.
261 ἕτερά τε πολλὰ πρὸς τούτοις ἐνεγέγραπτο μηδὲν παραλιπόντων ἀναισχύντου ψευδολογίας. ἔφην δʼ ἐγὼ πρὸς τὸ πλῆθος τὰ γράμματα λαβεῖν δόντων ἑκουσίως τῶν κομιζόντων· οὐ γὰρ ἐβουλόμην αὐτοὺς τὰ περὶ τὰς φρουρὰς τοὺς ἐναντίους εἰδέναι, μὴ δείσαντες τοῦ γράφειν ἀποστῶσιν.
262 Ταῦτʼ ἀκοῦσαν τὸ πλῆθος σφόδρα παροξυνθὲν ἐπὶ τὸν Ἰωνάθην ὥρμα καὶ τοὺς σὺν αὐτῷ συμπαρόντας ὡς διαφθεροῦντες· κἂν ἐπεπράχεισαν τὸ ἔργον, εἰ μὴ τοὺς μὲν Γαλιλαίους ἔπαυσα τῆς ὀργῆς, τοῖς περὶ τὸν Ἰωνάθην δʼ ἔφην συγγινώσκειν τῶν ἤδη πεπραγμένων, εἰ μέλλοιεν μετανοήσειν καὶ πορευθέντες εἰς τὴν πατρίδα λέγοιεν τοῖς πέμψασι τἀληθῆ περὶ τῶν ἐμοὶ πεπολιτευμένων.
263 ταῦτʼ εἰπὼν ἀπέλυον αὐτοὺς καίτοι γιγνώσκων, ὅτι μηδὲν ὧν ὑπέσχοντο ποιήσουσιν. τὸ πλῆθος δʼ εἰς ὀργὴν ἐξεκαίετο κατʼ αὐτῶν κἀμὲ παρεκάλουν ἐπιτρέπειν αὐτοῖς τιμωρήσασθαι τοὺς τοιαῦτα τολμήσαντας.
264 παντοῖος μὲν [οὖν] ἐγινόμην πείθων αὐτοὺς φείσασθαι τῶν ἀνδρῶν· πᾶσαν γὰρ ᾔδειν στάσιν ὄλεθρον οὖσαν τοῦ κοινῇ συμφέροντος· τὸ δὲ πλῆθος ἔσχεν τὴν κατʼ αὐτῶν ὀργὴν ἀμετάβλητον, καὶ πάντες ὥρμησαν ἐπὶ τὴν οἰκίαν, ἐν ᾗ κατήγοντο οἱ περὶ τὸν Ἰωνάθην.
265 ἐγὼ δὲ συνορῶν τὴν ὁρμὴν οὖσαν αὐτῶν ἀνεπίσχετον ἀναπηδήσας ἐφʼ ἵππον ἐκέλευσα τοῖς πλήθεσιν πρὸς Σωγάνην κώμην ἕπεσθαι Γαβάρων ἀπέχουσαν εἴκοσι στάδια. καὶ τοιούτῳ στρατηγήματι χρησάμενος παρέσχον ἐμαυτῷ τὸ μὴ δοκεῖν ἐμφυλίου πολέμου κατάρχειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi