273
οἱ περὶ τὸν Ἰωνάθην γενόμενοι παρὰ τοῖς Τιβεριεῦσιν καὶ πολλοὺς πείσαντες ἀποστῆναί μου διαφόρους ὄντας, ὡς ἤκουσαν τὴν ἐμὴν παρουσίαν, δείσαντες περὶ ἑαυτῶν ἧκον πρὸς ἐμέ, καὶ ἀσπασάμενοι μακαρίζειν ἔλεγον οὕτως περὶ τὴν Γαλιλαίαν ἀναστραφέντα, συνήδεσθαί τε διὰ τιμῆς ἀγομένῳ·
274
κόσμον γὰρ ἑαυτῶν εἶναι τὴν ἐμὴν δόξαν ἔφασαν, ὡς ἂν διδασκάλων τέ μου γενομένων καὶ πολιτῶν ὄντων, δικαιοτέραν τε τῆς Ἰωάννου τὴν ἐμὴν πρὸς αὐτοὺς φιλίαν ὑπάρχειν ἔλεγον, καὶ σπεύδειν μὲν εἰς τὴν οἰκείαν ἀπελθεῖν, περιμένειν δʼ ἕως ὑποχείριον τὸν Ἰωάννην ἐμοὶ ποιήσωσιν.
275
καὶ ταῦτα λέγοντες ἐπώμοσαν τοὺς φρικωδεστάτους ὅρκους παρʼ ἡμῖν, διʼ οὓς ἀπιστεῖν οὐ θεμιτὸν ἡγούμην. καὶ δὴ παρακαλοῦσίν με τὴν κατάλυσιν ἀλλαχοῦ ποιήσασθαι διὰ τὸ τὴν ἐπιοῦσαν ἡμέραν εἶναι σάββατον· ὀχλεῖσθαι δὲ μὴ δεῖν ὑπʼ αὐτῶν τὴν πόλιν τῶν Τιβεριέων ἔφασκον.
276
Κἀγὼ μηδὲν ὑπονοήσας ἐς τὰς Ταριχέας ἀπῆλθον καταλιπὼν ὅμως ἐν τῇ πόλει τοὺς πολυπραγμονήσοντας, τί περὶ ἡμῶν λέγοιτο. διὰ πάσης δὲ τῆς ὁδοῦ τῆς ἀπὸ Ταριχεῶν εἰς Τιβεριάδα φερούσης ἐπέστησα πολλούς, ἵνα μοι διʼ ἀλλήλων σημαίνωσιν ἅπερ ἂν παρὰ τῶν ἐν τῇ πόλει καταλειφθέντων πύθωνται.
277
κατὰ τὴν ἐπιοῦσαν οὖν ἡμέραν συνάγονται πάντες εἰς τὴν προσευχὴν μέγιστον οἴκημα καὶ πολὺν ὄχλον ἐπιδέξασθαι δυνάμενον. εἰσελθὼν δὲ ὁ Ἰωνάθης φανερῶς μὲν περὶ τῆς ἀποστάσεως οὐκ ἐτόλμα λέγειν, ἔφη δὲ στρατηγοῦ κρείττονος χρείαν τὴν πόλιν αὐτῶν ἔχειν.
278
Ἰησοῦς δʼ ὁ ἄρχων οὐδὲν ὑποστειλάμενος ἀναφανδὸν εἶπεν· ἄμεινόν ἐστιν, ὦ πολῖται, τέσσαρσιν ἡμᾶς ἀνδράσιν ὑπακούειν ἢ ἑνί, καὶ κατὰ γένος λαμπροῖς καὶ κατὰ σύνεσιν οὐκ ἀδόξοις. ὑπεδείκνυε δὲ τοὺς περὶ Ἰωνάθην.
279
ταῦτʼ εἰπόντα τὸν Ἰησοῦν ἐπῄνει παρελθὼν Ἰοῦστος καί τινας ἐκ τοῦ δήμου συνέπειθεν. οὐκ ἠρέσκετο δὲ τοῖς λεχθεῖσιν τὸ πλῆθος καὶ πάντως ἂν εἰς στάσιν ἐχώρησαν, εἰ μὴ τὴν σύνοδον διέλυσεν ἐπελθοῦσα ἕκτη ὥρα, καθʼ ἣν τοῖς σάββασιν ἀριστοποιεῖσθαι νόμιμόν ἐστιν ἡμῖν, καὶ οἱ περὶ τὸν Ἰωνάθην εἰς τὴν ἐπιοῦσαν ὑπερθέμενοι τὴν βουλὴν ἀπῄεσαν ἄπρακτοι.