Thesauros Edebiyat Tarih Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
321 πρὸς μὲν οὖν τοὺς πολίτας ἐξάπτειν πόλεμον οὐκ ἐνόμιζον εὐσεβὲς εἶναι, βουλόμενος δʼ αὐτοὺς ἀποσπάσαι τῶν Τιβεριέων, μυρίους ὁπλίτας τοὺς ἀρίστους ἐπιλέξας εἰς τρεῖς μοίρας διεῖλον, καὶ τούτους μὲν ἀφανῶς ἐν δώμαις προσέταξα λοχῶντας περιμένειν,
322 χιλίους δʼ εἰς ἑτέραν κώμην ὀρεινὴν μὲν ὁμοίως, ἀπέχουσαν δὲ τῆς Τιβεριάδος τέσσαρας σταδίους, εἰσήγαγον κελεύσας ἐκείνους ἐπειδὰν λάβωσιν σημεῖον εὐθὺς καταβαίνειν· αὐτὸς δὲ τῆς κώμης προελθὼν ἐν προύπτῳ καθεζόμην.
323 οἱ δὲ Τιβεριεῖς ὁρῶντες ἐξέτρεχον συνεχῶς καὶ πολλὰ κατεκερτόμουν· τοσαύτη γοῦν ἀφροσύνη κατέσχεν αὐτούς, ὥστε ποιήσαντες εὐτρεπῆ κλίνην προύθεσαν καὶ περὶ αὐτὴν ἱστάμενοι ὠδύροντό με μετὰ παιδιᾶς καὶ γέλωτος. διετιθέμην δʼ ἐγὼ τὴν ψυχὴν ἡδέως τὴν ἄνοιαν αὐτῶν ἐπιβλέπων.
324 Βουλόμενος δὲ διʼ ἐνέδρας λαβεῖν τὸν Σίμωνα καὶ σὺν αὐτῷ Ἰώζαρον, πέμψας πρὸς αὐτοὺς παρεκάλουν ὀλίγον τῆς πόλεως πόρρω μετὰ φίλων πολλῶν τῶν παραφυλαξόντων αὐτοὺς ἐλθεῖν· βούλεσθαι γὰρ ἔφην καταβὰς σπείσασθαι πρὸς αὐτοὺς καὶ διανείμασθαι τὴν προστασίαν τῆς Γαλιλαίας.
325 Σίμων μὲν οὖν διὰ νεότητα καὶ πρὸς ἐλπίδα κέρδους ἀπατηθεὶς οὐκ ὤκνησεν ἐλθεῖν, ὁ δʼ Ἰώζαρος ἐνέδραν ὑποπτεύσας ἔμεινεν. ἀναβάντα δὴ τὸν Σίμωνα μετὰ φίλων τῶν παραφυλασσόντων αὐτὸν ὑπαντιάσας ἠσπαζόμην τε φιλοφρόνως καὶ χάριν ἔχειν ὡμολόγουν ἀναβάντι.
326 μετʼ οὐ πολὺ δὲ συμπεριπατῶν ὡς κατὰ μόνας τι βουλόμενος εἰπεῖν, ἐπεὶ πορρωτέρω τῶν φίλων ἀπήγαγον, μέσον ἀράμενος ἀγαγεῖν εἰς τὴν κώμην τοῖς μετʼ ἐμοῦ φίλοις ἔδωκα, τοὺς ὁπλίτας δὲ καταβῆναι κελεύσας προσέβαλλον μετʼ αὐτῶν τῇ Τιβεριάδι.
327 μάχης δὲ γενομένης ἀμφοτέρωθεν καρτερᾶς καὶ ὅσον οὔπω τῶν Τιβεριέων νικώντων, πεφεύγεισαν γὰρ οἱ παρʼ ἡμῶν ὁπλῖται, τὸ γινόμενον ἰδὼν καὶ τοὺς μετʼ ἐμαυτοῦ παρακαλέσας νικῶντας ἤδη τοὺς Τιβεριεῖς εἰς τὴν πόλιν συνεδίωξα. ἑτέραν δὲ δύναμιν εἰσπέμψας διὰ τῆς λίμνης προσέταξα τὴν πρώτην λαβοῦσιν οἰκίαν ἐμπρῆσαι.
328 τούτου γενομένου νομίσαντες οἱ Τιβεριεῖς εἰλῆφθαι κατὰ κράτος αὐτῶν τὴν πόλιν, ὑπὸ φόβου ῥίπτουσιν τὰ ὅπλα, μετὰ γυναικῶν δὲ καὶ τέκνων ἱκέτευον φείσασθαι τῆς πόλεως αὐτῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi