46
Γάμαλα δὲ πίστει τῇ πρὸς Ῥωμαίους ἐνέμεινε διʼ αἰτίαν τοιαύτην· Φίλιππος ὁ Ἰακείμου παῖς ἔπαρχος δὲ τοῦ βασιλέως Ἀγρίππα, σωθεὶς παρὰ δόξαν ἐκ τῆς ἐν Ἱεροσολύμοις βασιλικῆς αὐλῆς πολιορκουμένης καὶ διαφυγών, εἰς ἕτερον ἐνέπεσε κίνδυνον, ὥστε ὑπὸ Μαναήμου καὶ τῶν σὺν αὐτῷ λῃστῶν ἀναιρεθῆναι.
47
διεκώλυσαν δὲ Βαβυλώνιοί τινες συγγενεῖς αὐτοῦ ἐν Ἱεροσολύμοις ὄντες πρᾶξαι τοὺς λῃστὰς τὸ ἔργον. ἐπιμείνας οὖν ἡμέρας τέσσαρας ὁ Φίλιππος ἐκεῖ τῇ πέμπτῃ φεύγει περιθετῇ χρησάμενος κόμῃ τοῦ μὴ κατάδηλος γενέσθαι, καὶ παραγενόμενος εἴς τινα τῶν ἑαυτοῦ κωμῶν κατὰ τοὺς ὅρους Γάμαλα τοῦ φρουρίου κειμένην πέμπει πρός τινας τῶν ὑπʼ αὐτὸν προστάσσων ὡς αὐτὸν ἀφικέσθαι τὴν Φιλίππου.
48
ταῦτα δʼ αὐτὸν ἐννοούμενον ἐμποδίζει τὸ θεῖον ἐπὶ συμφέροντι· μὴ γὰρ τούτου γενομένου πάντως ἂν ἀπωλώλει· πυρετοῦ δὴ κατασχόντος αὐτὸν ἐξαίφνης γράψας ἐπιστολὰς τοῖς παισὶν Ἀγρίππᾳ καὶ Βερενίκῃ δίδωσιν τῶν ἐξελευθέρων τινὶ κομίζειν πρὸς Οὔαρον.
49
ἦν δʼ οὗτος κατὰ τὸν καιρὸν ἐκεῖνον ὁ τὴν βασιλείαν διοικῶν καταστησάντων αὐτὸν τῶν βασιλέων· αὐτοὶ γὰρ εἰς Βηρυτὸν ἀφικνοῦντο ὑπαντῆσαι βουλόμενοι Κεστίῳ.
50
λαβὼν οὖν Οὔαρος τὰ παρὰ Φιλίππου γράμματα καὶ πυθόμενος αὐτὸν διασεσῶσθαι βαρέως ἤνεγκεν, ἀχρεῖος τὸ λοιπὸν αὐτὸς νομίζων φανεῖσθαι τοῖς βασιλεῦσιν ἀφικομένου τοῦ Φιλίππου. προαγαγὼν οὖν εἰς τὸ πλῆθος τὸν τὰς ἐπιστολὰς κομίζοντα καὶ πλαστογραφίαν ἐπικαλέσας ψεύδεσθαί τε φήσας αὐτὸν ἀπαγγείλαντα Φίλιππον ἐν τοῖς Ἱεροσολύμοις μετὰ τῶν Ἰουδαίων Ῥωμαίοις πολεμεῖν ἀπέκτεινεν.
51
μὴ ὑποστρέψαντος δὴ τοῦ ἐξελευθέρου Φίλιππος ἀπορῶν τὴν αἰτίαν δεύτερον ἐκπέμπει μετʼ ἐπιστολῶν πάλιν τὸν ἀπαγγελοῦντα πρὸς αὐτόν, τί τὸ συμβεβηκὸς εἴη τῷ ἀποσταλέντι, διʼ ὃ βραδύνειεν.
52
καὶ τοῦτον δὲ παραγενόμενον ὁ Οὔαρος συκοφαντήσας ἀνεῖλεν· καὶ γὰρ ὑπὸ τῶν ἐν Καισαρείᾳ Σύρων ἐπῆρτο μέγα φρονεῖν, ἀναιρεθήσεσθαι μὲν λεγόντων ὑπὸ Ῥωμαίων τὸν Ἀγρίππαν διὰ τὰς ὑπὸ Ἰουδαίων ἁμαρτίας, λήψεσθαι δʼ αὐτὸν τὴν ἀρχὴν ἐκ βασιλέων ὄντα· καὶ γὰρ ἦν ὁμολογουμένως ὁ Οὔαρος βασιλικοῦ γένους ἔγγονος Σοέμου τοῦ περὶ τὸν Λίβανον τετραρχοῦντος.