Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 1

128 Παρελθόντος γοῦν εἰς τὴν χώραν πρέσβεις εὐθέως ἧκον παρὰ τῶν ἀδελφῶν ἑκατέρου δεομένου βοηθεῖν αὐτῷ. γίνεται δʼ ἐπίπροσθεν τοῦ δικαίου τὰ παρὰ Ἀριστοβούλου τριακόσια τάλαντα· τοσοῦτον γὰρ λαβὼν Σκαῦρος ἐπικηρυκεύεται πρός τε Ὑρκανὸν καὶ τοὺς Ἄραβας ἀπειλῶν Ῥωμαίους καὶ Πομπήιον, εἰ μὴ λύσειαν τὴν πολιορκίαν.
129 ἀνεχώρει δὲ ἐκ τῆς Ἰουδαίας εἰς Φιλαδέλφειαν Ἀρέτας καταπλαγείς, καὶ πάλιν εἰς Δαμασκὸν Σκαῦρος.
130 Ἀριστοβούλῳ δʼ οὐκ ἀπέχρησεν τὸ μὴ ἁλῶναι, πᾶσαν δὲ τὴν δύναμιν ἐπισυλλέξας εἵπετο τοῖς πολεμίοις καὶ περὶ τὸν καλούμενον Παπυρῶνα συμβαλὼν αὐτοῖς ὑπὲρ ἑξακισχιλίους κτείνει, μεθʼ ὧν καὶ τὸν ἀδελφὸν τὸν Ἀντιπάτρου Φαλλίωνα.
131 Ὑρκανὸς δὲ καὶ Ἀντίπατρος τῶν Ἀράβων ἀφαιρεθέντες μετέφερον ἐπὶ τοὺς ἐναντίους τὴν ἐλπίδα, καὶ ἐπειδὴ Πομπήιος ἐπιὼν τὴν Συρίαν εἰς Δαμασκὸν ἧκεν, ἐπʼ αὐτὸν καταφεύγουσιν καὶ δίχα δωρεῶν αἷς καὶ πρὸς τὸν Ἀρέταν δικαιολογίαις χρώμενοι κατηντιβόλουν μισῆσαι μὲν τὴν Ἀριστοβούλου βίαν, κατάγειν δὲ ἐπὶ τὴν βασιλείαν τὸν καὶ τρόπῳ καὶ καθʼ ἡλικίαν προσήκοντα.
132 οὐ μὴν οὐδʼ Ἀριστόβουλος ὑστέρει πεποιθὼς τῇ Σκαύρου δωροδοκίᾳ παρῆν τε καὶ αὐτὸς ὡς οἷόν τε βασιλικώτατα κεκοσμηκὼς ἑαυτόν. ἀδοξήσας δὲ πρὸς τὰς θεραπείας καὶ μὴ φέρων δουλεύειν ταῖς χρείαις ταπεινότερον τοῦ σχήματος ἀπὸ διὸς ἡλίου πόλεως χωρίζεται.
133 Πρὸς ταῦτʼ ἀγανακτήσας Πομπήιος πολλὰ καὶ τῶν περὶ Ὑρκανὸν ἱκετευόντων ὥρμησεν ἐπʼ Ἀριστόβουλον, ἀναλαβὼν τήν τε Ῥωμαϊκὴν δύναμιν καὶ πολλοὺς ἐκ τῆς Συρίας συμμάχους.
134 ἐπεὶ δὲ παρελαύνων Πέλλαν καὶ Σκυθόπολιν ἧκεν εἰς Κορέας. ὅθεν ἡ Ἰουδαίων ἄρχεται χώρα κατὰ τὴν μεσόγειον ἀνιόντων, ἀκούσας συμπεφευγέναι τὸν Ἀριστόβουλον εἰς Ἀλεξάνδρειον, τοῦτο δʼ ἐστὶν φρούριον τῶν πάνυ φιλοτίμως ἐξησκημένων ὑπὲρ ὄρους ὑψηλοῦ κείμενον, πέμψας καταβαίνειν αὐτὸν ἐκέλευσεν.
135 τῷ δʼ ἦν μὲν ὁρμὴ καλουμένῳ δεσποτικώτερον διακινδυνεύειν μᾶλλον ἢ ὑπακοῦσαι, καθεώρα δὲ τὸ πλῆθος ὀρρωδοῦν, καὶ παρῄνουν οἱ φίλοι σκέπτεσθαι τὴν Ῥωμαίων ἰσχὺν οὖσαν ἀνυπόστατον. οἷς πεισθεὶς κάτεισιν πρὸς Πομπήιον καὶ πολλὰ περὶ τοῦ δικαίως ἄρχειν ἀπολογηθεὶς ὑπέστρεψεν εἰς τὸ ἔρυμα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi