Kitap 2
16
Συναντᾷ δʼ αὐτοῖς κατὰ τὴν Καισάρειαν Σαβῖνος ὁ τῆς Συρίας ἐπίτροπος εἰς Ἰουδαίαν ἀνιὼν ἐπὶ φυλακῇ τῶν Ἡρώδου χρημάτων. τοῦτον ἐπέσχεν προσωτέρω χωρεῖν ἐπελθὼν Οὔαρος, ὃν διὰ Πτολεμαίου πολλὰ δεηθεὶς Ἀρχέλαος μετεπέμψατο.
17
τότε μὲν οὖν Σαβῖνος Οὐάρῳ χαριζόμενος οὔτʼ ἐπὶ τὰς ἄκρας ἔσπευσεν οὔτε τὰ ταμιεῖα τῶν πατρῴων χρημάτων ἀπέκλεισεν Ἀρχελάῳ, μέχρι δὲ τῆς Καίσαρος διαγνώσεως ἠρεμήσειν ὑπέσχετο καὶ διέτριβεν ἐπὶ τῆς Καισαρείας.
18
ὡς δὲ τῶν ἐμποδιζόντων ὁ μὲν εἰς Ἀντιόχειαν ἀπῆρεν, Ἀρχέλαος δὲ εἰς Ῥώμην ἀνήχθη, διὰ τάχους ἐπὶ Ἱεροσολύμων ὁρμήσας παραλαμβάνει τὰ βασίλεια καὶ μεταπεμπόμενος τούς τε φρουράρχους καὶ διοικητὰς ἐπειρᾶτο διερευνᾶν τοὺς τῶν χρημάτων ἀναλογισμοὺς τάς τε ἄκρας παραλαμβάνειν.
19
οὐ μὴν οἱ φύλακες τῶν Ἀρχελάου κατημέλουν ἐντολῶν, ἔμενον δὲ φρουροῦντες ἕκαστα καὶ τὴν φρουρὰν ἀνατιθέντες Καίσαρι μᾶλλον ἢ Ἀρχελάῳ.
20
Κἀν τούτῳ πάλιν Ἀντίπας ἀμφισβητῶν περὶ τῆς βασιλείας ἐπέξεισιν ἀξιῶν τῆς ἐπιδιαθήκης κυριωτέραν εἶναι τὴν διαθήκην, ἐν ᾗ βασιλεὺς αὐτὸς ἐγέγραπτο. συλλήψεσθαι δʼ αὐτῷ προϋπέσχετο Σαλώμη καὶ πολλοὶ τῶν σὺν Ἀρχελάῳ πλεόντων συγγενῶν.
21
ἐπήγετο δὲ τὴν μητέρα καὶ τὸν ἀδελφὸν Νικολάου Πτολεμαῖον ῥοπὴν εἶναι δοκοῦντα διὰ τὴν παρὰ Ἡρώδῃ πίστιν· γεγόνει γὰρ δὴ τῶν φίλων ἐκείνου τιμιώτατος· πλεῖστον μέντοι πεποίθει διὰ δεινότητα λόγων Εἰρηναίῳ τῷ ῥήτορι, διὸ καὶ τοὺς νουθετοῦντας εἴκειν Ἀρχελάῳ κατὰ τὸ πρεσβεῖον καὶ τὰς ἐπιδιαθήκας διεκρούσατο.
22
μεθίστατο δὲ ἐν Ῥώμῃ πάντων πρὸς αὐτὸν ἡ σπουδὴ τῶν συγγενῶν, οἷς διὰ μίσους ἦν Ἀρχέλαος, καὶ προηγουμένως ἕκαστος αὐτονομίας ἐπεθύμει στρατηγῷ Ῥωμαίων διοικουμένης, εἰ δὲ τοῦτο διαμαρτάνοι, βασιλεύειν Ἀντίπαν ἤθελεν.
23
Συνήργει δʼ αὐτοῖς εἰς τοῦτο καὶ Σαβῖνος διʼ ἐπιστολῶν κατηγορήσας μὲν Ἀρχελάου παρὰ Καίσαρι, πολλὰ δʼ ἐπαινέσας Ἀντίπαν.
24
συντάξαντες δὲ τὰ ἐγκλήματα οἱ περὶ Σαλώμην ἐνεχείρισαν Καίσαρι, καὶ μετὰ τούτους Ἀρχέλαος τά τε κεφάλαια τῶν ἑαυτοῦ δικαίων γράψας καὶ τὸν δακτύλιον τοῦ πατρὸς καὶ τοὺς λόγους εἰσπέμπει διὰ Πτολεμαίου.