Kitap 4
184
εἶτά τις δέδοικεν τὸν ἔξωθεν πόλεμον καὶ τοὺς ἐν συγκρίσει πολλῷ τῶν οἰκείων ἡμῖν μετριωτέρους; καὶ γὰρ ἄν, εἰ ἐτύμους δεῖ τοῖς πράγμασι τὰς κλήσεις ἐφαρμόζειν, τάχα ἂν εὕροι τις Ῥωμαίους μὲν ἡμῖν βεβαιωτὰς τῶν νόμων, πολεμίους δὲ τοὺς ἔνδον.
185
ἀλλʼ ὅτι μὲν ἐξώλεις οἱ ἐπίβουλοι τῆς ἐλευθερίας, καὶ πρὸς ἃ δεδράκασιν οὐκ ἄν τις ἐπινοήσειεν δίκην ἀξίαν κατʼ αὐτῶν, οἶμαι πάντας ἥκειν πεπεισμένους οἴκοθεν καὶ πρὸ τῶν ἐμῶν λόγων παρωξύνθαι τοῖς ἔργοις ἐπʼ αὐτούς, ἃ πεπόνθατε.
186
καταπλήσσονται δʼ ἴσως οἱ πολλοὶ τό τε πλῆθος αὐτῶν καὶ τὴν τόλμαν, ἔτι δὲ καὶ τὴν ἐκ τοῦ τόπου πλεονεξίαν.
187
ταῦτα δʼ ὥσπερ συνέστη διὰ τὴν ὑμετέραν ἀμέλειαν, καὶ νῦν αὐξηθήσεται πλέον ὑπερθεμένων· καὶ γὰρ τὸ πλῆθος αὐτοῖς ἐπιτρέφεται καθʼ ἡμέραν παντὸς πονηροῦ πρὸς τοὺς ὁμοίους αὐτομολοῦντος,
188
καὶ τὴν τόλμαν ἐξάπτει μέχρι νῦν μηδὲν ἐμπόδιον, τῷ τε τόπῳ καθύπερθεν ὄντες χρήσαιντο καὶ μετὰ παρασκευῆς, ἂν ἡμεῖς χρόνον δῶμεν.
189
πιστεύσατε δὲ ὡς, ἐὰν προσβαίνωμεν ἐπʼ αὐτούς, ἔσονται τῇ συνειδήσει ταπεινότεροι, καὶ τὸ πλεονέκτημα τοῦ ὕψους ὁ λογισμὸς ἀπολεῖ.
190
τάχα τὸ θεῖον ὑβρισμένον ἀναστρέψει κατʼ αὐτῶν τὰ βαλλόμενα, καὶ τοῖς σφετέροις διαφθαρήσονται βέλεσιν οἱ δυσσεβεῖς. μόνον ὀφθῶμεν αὐτοῖς, καὶ καταλέλυνται.
191
καλὸν δέ, κἂν προσῇ τις κίνδυνος, ἀποθνήσκειν πρὸς τοῖς ἱεροῖς πυλῶσι καὶ τὴν ψυχὴν εἰ καὶ μὴ πρὸ παίδων ἢ γυναικῶν, ἀλλʼ ὑπὲρ τοῦ θεοῦ καὶ τῶν ἁγίων προέσθαι.
192
προστήσομαι δʼ ἐγὼ γνώμῃ τε καὶ χειρί, καὶ οὔτε ἐπίνοιά τις ὑμῖν λείψει πρὸς ἀσφάλειαν ἐξ ἡμῶν οὔτε τοῦ σώματος ὄψεσθε φειδόμενον.
193
Τούτοις ὁ Ἄνανος παρακροτεῖ τὸ πλῆθος ἐπὶ τοὺς ζηλωτάς, οὐκ ἀγνοῶν μὲν ὡς εἶεν ἤδη δυσκατάλυτοι πλήθει τε καὶ νεότητι καὶ παραστήματι ψυχῆς, τὸ πλέον δὲ συνειδήσει τῶν εἰργασμένων· οὐ γὰρ ἐνδώσειν αὐτοὺς εἰς ἐσχάτην συγγνώμην ἐφʼ οἷς ἔδρασαν ἐλπίσαντας·
194
ὅμως δὲ πᾶν ὁτιοῦν παθεῖν προῃρεῖτο μᾶλλον ἢ περιιδεῖν ἐν τοιαύτῃ τὰ πράγματα συγχύσει.
195
τὸ δὲ πλῆθος ἄγειν αὐτοὺς ἐβόα καθʼ ὧν παρεκάλει, καὶ προκινδυνεύειν ἕκαστος ἦν ἑτοιμότατος.