Kitap 4
207
διεδέχοντο δὲ ἄλλοι τούτους, καὶ παντὶ μὲν ἀνάγκη παρεῖναι πρὸς τὴν φυλακὴν ἐκ περιόδου, πολλοὶ δὲ τῶν ἐν ἀξιώμασιν ἐφεθέντες ὑπὸ τῶν ἄρχειν δοκούντων μισθούμενοι πενιχροτέρους ἀνθʼ ἑαυτῶν ἐπὶ τὴν φρουρὰν ἔπεμπον.
208
Γίνεται δὲ τούτοις πᾶσιν ὀλέθρου παραίτιος Ἰωάννης, ὃν ἔφαμεν ἀπὸ Γισχάλων διαδρᾶναι, δολιώτατος ἀνὴρ καὶ δεινὸν ἔρωτα τυραννίδος ἐν τῇ ψυχῇ περιφέρων, ὃς πόρρωθεν ἐπεβούλευε τοῖς πράγμασιν.
209
καὶ δὴ τότε τὰ τοῦ δήμου φρονεῖν ὑποκρινόμενος συμπεριῄει μὲν τῷ Ἀνάνῳ βουλευομένῳ σὺν τοῖς δυνατοῖς μεθʼ ἡμέραν καὶ νύκτωρ ἐπιόντι τὰς φυλακάς, διήγγελλε δὲ τὰ ἀπόρρητα τοῖς ζηλωταῖς, καὶ πᾶν σκέμμα τοῦ δήμου πρὶν καλῶς βουλευθῆναι παρὰ τοῖς ἐχθροῖς ἐγινώσκετο διʼ αὐτοῦ.
210
μηχανώμενος δὲ τὸ μὴ διʼ ὑποψίας ἐλθεῖν ἀμέτροις ἐχρῆτο ταῖς θεραπείαις εἰς τόν τε Ἄνανον καὶ τοὺς τοῦ δήμου προεστῶτας.
211
ἐχώρει δʼ εἰς τοὐναντίον αὐτῷ τὸ φιλότιμον· διὰ γὰρ τὰς ἀλόγους κολακείας μᾶλλον ὑπωπτεύετο, καὶ τὸ πανταχοῦ παρεῖναι μὴ καλούμενον ἔμφασιν προδοσίας τῶν ἀπορρήτων παρεῖχε.
212
συνεώρων μὲν γὰρ αἰσθανομένους ἅπαντα τοὺς ἐχθροὺς τῶν παρʼ αὐτοῖς βουλευμάτων, πιθανώτερος δʼ οὐδεὶς ἦν Ἰωάννου πρὸς ὑποψίας τοῦ διαγγέλλειν.
213
ἀποσκευάσασθαι μὲν οὖν αὐτὸν οὐκ ἦν ῥᾴδιον ὄντα δυνατὸν ἐκ πονηρίας καὶ ἄλλως οὐ τῶν ἀσήμων ὑπεζωσμένον τε πολλοὺς τῶν συνεδρευόντων τοῖς ὅπλοις, ἐδόκει δὲ αὐτὸν ὅρκοις πιστώσασθαι πρὸς εὔνοιαν.
214
ὤμνυε δʼ ὁ Ἰωάννης ἑτοίμως εὐνοήσειν τε τῷ δήμῳ καὶ μήτε βουλήν τινα μήτε πρᾶξιν προδώσειν τοῖς ἐχθροῖς, συγκαταλύσειν δὲ τοὺς ἐπιτιθεμένους καὶ χειρὶ καὶ γνώμῃ.
215
οἱ δὲ περὶ τὸν Ἄνανον πιστεύσαντες τοῖς ὅρκοις ἤδη χωρὶς ὑπονοίας εἰς τὰς συμβουλίας αὐτὸν παρελάμβανον, καὶ δὴ καὶ πρεσβευτὴν εἰσπέμπουσι πρὸς τοὺς ζηλωτὰς περὶ διαλύσεων· ἦν γὰρ αὐτοῖς σπουδὴ τὸ παρʼ αὐτοῖς μὴ μιᾶναι τὸ ἱερὸν μηδέ τινα τῶν ὁμοφύλων ἐν αὐτῷ πεσεῖν.
216
Ὁ δʼ ὥσπερ τοῖς ζηλωταῖς ὑπὲρ εὐνοίας ὀμόσας καὶ οὐ κατʼ αὐτῶν, παρελθὼν εἴσω καὶ καταστὰς εἰς μέσους πολλάκις μὲν ἔφη κινδυνεῦσαι διʼ αὐτούς, ἵνα μηδὲν ἀγνοήσωσι τῶν ἀπορρήτων, ὅσα κατʼ αὐτῶν οἱ περὶ τὸν Ἄνανον ἐβουλεύσαντο·