Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

248 τί γὰρ δὴ καὶ παθόντες ἂν ἡμεῖς Ῥωμαίοις προσπωλοῖμεν ἑαυτοὺς νῦν, παρὸν ἢ μηδὲ ἀποστῆναι τὸ πρῶτον ἢ προσχωρῆσαι ταχέως ἀποστάντας ὄντων ἔτι τῶν πέριξ ἀπορθήτων;
249 νῦν μὲν γὰρ οὐδὲ βουλομένοις διαλύσασθαι ῥᾴδιον, ὅτε Ῥωμαίους μὲν ὑπερόπτας πεποίηκεν ὑποχείριος ἡ Γαλιλαία, φέρει δʼ αἰσχύνην ἡμῖν θανάτου χαλεπωτέραν τὸ θεραπεύειν αὐτοὺς ὄντας ἤδη πλησίον.
250 καὶ ἐγὼ καθʼ ἑαυτὸν μὲν ἂν εἰρήνην προτιμήσαιμι θανάτου, πολεμούμενος δʼ ἅπαξ καὶ συμβαλὼν θάνατον εὐκλεᾶ τοῦ ζῆν αἰχμάλωτος.
251 πότερον δέ φασιν ἡμᾶς τοὺς τοῦ δήμου προεστῶτας πέμψαι κρύφα πρὸς Ῥωμαίους ἢ καὶ τὸν δῆμον κοινῇ ψηφισάμενον;
252 εἰ μὲν ἡμᾶς, εἰπάτωσαν τοὺς πεμφθέντας φίλους, τοὺς διακονήσαντας τὴν προδοσίαν οἰκέτας. ἐφωράθη τις ἀπιών; ἀνακομιζόμενος ἑάλω;
253 γραμμάτων γεγόνασιν ἐγκρατεῖς; πῶς δὲ τοὺς μὲν τοσούτους πολίτας ἐλάθομεν, οἷς κατὰ πᾶσαν ὥραν συναναστρεφόμεθα, τοῖς δὲ ὀλίγοις καὶ φρουρουμένοις καὶ μηδʼ εἰς τὴν πόλιν ἐκ τοῦ ἱεροῦ προελθεῖν δυναμένοις ἐγνώσθη τὰ κατὰ τὴν χώραν λαθραίως ἐνεργούμενα;
254 νῦν δʼ ἔγνωσαν, ὅτε δεῖ δοῦναι δίκας τῶν τετολμημένων, ἕως δʼ ἦσαν ἀδεεῖς αὐτοί, προδότης ἡμῶν οὐδεὶς ὑπωπτεύετο;
255 εἰ δʼ ἐπὶ τὸν δῆμον ἀναφέρουσι τὴν αἰτίαν, ἐν φανερῷ δήπουθεν ἐβουλεύσαντο, οὐδεὶς ἀπεστάτει τῆς ἐκκλησίας, ὥστε τάχιον ἂν τῆς μηνύσεως ἔσπευσεν ἡ φήμη πρὸς ὑμᾶς φανερωτέρα.
256 τί δέ; οὐχὶ καὶ πρέσβεις ἔδει πέμπειν ψηφισαμένους τὰς διαλύσεις; καὶ τίς ὁ χειροτονηθείς; εἰπάτωσαν.
257 ἀλλὰ τοῦτο μὲν δυσθανατούντων καὶ πλησίον οὔσας τὰς τιμωρίας διακρουομένων σκῆψίς ἐστιν· εἰ γὰρ δὴ καὶ προδοθῆναι τὴν πόλιν εἵμαρτο, μόνους ἂν τολμῆσαι καὶ τοῦτο τοὺς διαβάλλοντας, ὧν τοῖς τολμήμασιν ἓν μόνον [κακὸν] λείπει, προδοσία.
258 χρὴ δὲ ὑμᾶς, ἐπειδήπερ ἅπαξ πάρεστε μετὰ τῶν ὅπλων, τὸ μὲν δικαιότατον, ἀμύνειν τῇ μητροπόλει καὶ συνεξαιρεῖν τοὺς τὰ δικαστήρια καταλύσαντας τυράννους, οἳ πατήσαντες τοὺς νόμους ἐπὶ τοῖς αὐτῶν ξίφεσι πεποίηνται τὰς κρίσεις.
259 ἄνδρας γοῦν ἀκαταιτιάτους τῶν ἐπιφανῶν ἐκ μέσης τῆς ἀγορᾶς ἁρπάσαντες δεσμοῖς τε προῃκίσαντο καὶ μηδὲ φωνῆς μηδʼ ἱκεσίας ἀνασχόμενοι διέφθειραν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi