Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

369 εἰ μὲν γὰρ εὐθέως ὁρμήσειεν ἐπὶ τὴν πόλιν, αἴτιος ὁμονοίας ἔσεσθαι τοῖς πολεμίοις καὶ τὴν ἰσχὺν αὐτῶν ἀκμάζουσαν ἐφʼ ἑαυτὸν ἐπιστρέψειν· εἰ δὲ περιμείνειεν, ὀλιγωτέροις χρήσεσθαι δαπανηθεῖσιν ἐν τῇ στάσει.
370 στρατηγεῖν μὲν γὰρ ἄμεινον αὐτοῦ τὸν θεὸν ἀπονητὶ Ῥωμαίοις παραδιδόντα Ἰουδαίους καὶ τὴν νίκην ἀκινδύνως τῇ στρατιᾷ χαριζόμενον·
371 ὥστε χρῆναι διαφθειρομένων χερσὶν οἰκείαις τῶν ἐχθρῶν καὶ τῷ μεγίστῳ κακῷ στάσει χρωμένων θεατὰς μᾶλλον αὐτοὺς ἀποκαθῆσθαι τῶν κινδύνων ἢ θανατῶσιν ἀνθρώποις καὶ λελυσσηκόσιν κατʼ ἀλλήλων χεῖρα μίσγειν.
372 εἰ δέ τις οἴεται τὴν δόξαν τῆς νίκης ἑωλοτέραν ἔσεσθαι δίχα μάχης, γνώτω τοῦ διὰ τῶν ὅπλων σφαλεροῦ τὸ μετὰ ἡσυχίας κατόρθωμα λυσιτελέστερον·
373 καὶ γὰρ οὐχ ἧττον εὐκλεεῖς οἴεσθαι χρὴ τῶν κατὰ χεῖρα λαμπρῶν τοὺς ἐγκρατείᾳ καὶ συνέσει τὰ ἴσα πράξαντας. ἅμα μέντοι μειουμένων τῶν πολεμίων καὶ τὴν αὑτοῦ στρατιὰν ἀναληφθεῖσαν ἐκ τῶν συνεχῶν πόνων ἐρρωμενέστερον ἄξειν.
374 ἄλλως τε καὶ τῶν στοχαζομένων τῆς περὶ τὴν νίκην λαμπρότητος οὐ τοῦτον εἶναι τὸν καιρόν·
375 οὐ γὰρ περὶ κατασκευὴν ὅπλων ἢ τειχῶν οὐδὲ περὶ συλλογὴν ἐπικούρων Ἰουδαίους ἀσχολεῖσθαι, καὶ τὴν ὑπέρθεσιν ἔσεσθαι κατὰ τῶν διδόντων, ἀλλʼ ἐμφυλίῳ πολέμῳ καὶ διχονοίᾳ τραχηλιζομένους καθʼ ἡμέραν οἰκτρότερα πάσχειν ὧν ἂν ἐπελθόντες αὐτοὶ διαθεῖεν αὐτοὺς ἁλόντας.
376 εἴτʼ οὖν τἀσφαλές τις σκοποίη, χρῆναι τοὺς ὑφʼ ἑαυτῶν ἀναλισκομένους ἐᾶν, εἴτε τὸ εὐκλεέστερον τοῦ κατορθώματος, οὐ δεῖν τοῖς οἴκοι νοσοῦσιν ἐπιχειρεῖν· ῥηθήσεσθαι γὰρ εὐλόγως οὐκ αὐτῶν τὴν νίκην ἀλλὰ τῆς στάσεως.
377 Ταῦτα Οὐεσπασιανῷ λέγοντι συνῄνουν οἱ ἡγεμόνες, καὶ παραχρῆμα τὸ στρατηγικὸν τῆς γνώμης ἀνεφαίνετο· πολλοὶ γοῦν καθʼ ἡμέραν ηὐτομόλουν τοὺς ζηλωτὰς διαδιδράσκοντες.
378 χαλεπὴ δʼ ἦν ἡ φυγὴ φρουραῖς διειληφότων τὰς διεξόδους πάσας καὶ τὸν ὁπωσοῦν ἐν αὐταῖς ἁλισκόμενον ὡς πρὸς Ῥωμαίους ἀπιόντα διαχρωμένων.
379 ὅ γε μὴν χρήματα δοὺς ἐξηφίετο καὶ μόνος ἦν ὁ μὴ διδοὺς προδότης, ὥστε κατελείπετο τῶν εὐπόρων τὴν φυγὴν ὠνουμένων μόνους ἐναποσφάττεσθαι τοὺς πένητας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi