Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

425 περιεπείροντο δὲ τοῖς ἐκείνων βέλεσι καὶ τοῖς ἀγριωτάτοις παραπλήσιοι θηρίοις ὥρμων ἐπὶ τὸν σίδηρον, διεφθείροντο δʼ οἱ μὲν κατὰ στόμα παιόμενοι τοῖς ξίφεσιν, οἱ δὲ ὑπὸ τῶν ἱππέων σκεδαννύμενοι.
426 Σπουδὴ γὰρ ἦν τῷ Πλακίδῳ τὰς ἐπὶ τὴν κώμην ὁρμὰς αὐτῶν διακλείειν.
427 καὶ συνεχῶς παρελαύνων κατʼ ἐκεῖνο τὸ μέρος, ἔπειτα ἐπιστρέφων ἅμα καὶ τοῖς βέλεσι χρώμενος εὐστόχως ἀνῄρει τοὺς πλησιάζοντας καὶ δέει τοὺς πόρρωθεν ἀνέστρεφεν, μέχρι βίᾳ διεκπεσόντες οἱ γενναιότατοι πρὸς τὸ τεῖχος διέφευγον.
428 ἀπορία δʼ εἶχε τοὺς φύλακας· οὔτε γὰρ ἀποκλεῖσαι τοὺς ἀπὸ τῶν Γαδάρων ὑπέμενον διὰ τοὺς σφετέρους καὶ δεξάμενοι συναπολεῖσθαι προσεδόκων.
429 ὃ δὴ καὶ συνέβη· συνωσθέντων γὰρ αὐτῶν εἰς τὸ τεῖχος παρʼ ὀλίγον μὲν οἱ τῶν Ῥωμαίων ἱππεῖς συνεισέπεσον, οὐ μὴν ἀλλὰ καὶ φθασάντων ἀποκλεῖσαι τὰς πύλας προσβαλὼν ὁ Πλάκιδος καὶ μέχρι δείλης γενναίως ἀγωνισάμενος τοῦ τείχους καὶ τῶν ἐν τῇ κώμῃ ἐκράτει.
430 τὰ μὲν οὖν ἀργὰ πλήθη διεφθείρετο, φυγὴ δὲ ἦν τῶν δυνατωτέρων, τὰς δʼ οἰκίας οἱ στρατιῶται διήρπασαν καὶ τὴν κώμην ἐνέπρησαν.
431 οἱ δὲ διαδράντες ἐξ αὐτῆς τοὺς κατὰ τὴν χώραν συνανέστησαν, καὶ τὰς μὲν αὐτῶν συμφορὰς ἐξαίροντες ἐπὶ μεῖζον, τῶν δὲ Ῥωμαίων τὴν στρατιὰν πᾶσαν ἐπιέναι λέγοντες πάντας πανταχόθεν ἐξέσεισαν τῷ δέει, γενόμενοί τε παμπληθεῖς ἔφευγον ἐπὶ Ἱεριχοῦντος·
432 αὕτη γὰρ ἔτι μόνη τὰς ἐλπίδας αὐτῶν ἔθαλπε τῆς σωτηρίας καρτερὰ πλήθει γε οἰκητόρων.
433 Πλάκιδος δὲ τοῖς ἱππεῦσι καὶ ταῖς προαγούσαις εὐπραγίαις τεθαρρηκὼς εἵπετο, καὶ μέχρι μὲν Ἰορδάνου τοὺς ἀεὶ καταλαμβανομένους ἀνῄρει, συνελάσας δὲ πρὸς τὸν ποταμὸν πᾶν τὸ πλῆθος εἰργομένους ὑπὸ τοῦ ῥεύματος, τραφὲν γὰρ ὑπʼ ὄμβρων ἄβατον ἦν, ἀντικρὺ παρετάσσετο.
434 παρώξυνε δʼ ἡ ἀνάγκη πρὸς μάχην τοὺς φυγῆς τόπον οὐκ ἔχοντας, καὶ ταῖς ὄχθαις ἐπὶ μήκιστον παρεκτείναντες σφᾶς αὐτοὺς ἐδέχοντο τὰ βέλη καὶ τὰς τῶν ἱππέων ἐμβολάς, οἳ πολλοὺς αὐτῶν παίοντες εἰς τὸ ῥεῦμα κατέβαλον.
435 καὶ τὸ μὲν ἐν χερσὶν αὐτῶν διαφθαρὲν μύριοι πεντακισχίλιοι, τὸ δὲ βιασθὲν ἐμπηδῆσαι εἰς τὸν Ἰορδάνην πλῆθος ἑκουσίως ἄπειρον ἦν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi