Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

491 Οὐεσπασιανῷ δʼ εἰς Καισάρειαν ἐπιστρέψαντι καὶ παρασκευαζομένῳ μετὰ πάσης τῆς δυνάμεως ἐπʼ αὐτῶν τῶν Ἱεροσολύμων ἐξελαύνειν ἀγγέλλεται Νέρων ἀνῃρημένος, τρία καὶ δέκα βασιλεύσας ἔτη καὶ ἡμέρας ὀκτώ.
492 περὶ οὗ λέγειν ὃν τρόπον εἰς τὴν ἀρχὴν ἐξύβρισεν πιστεύσας τὰ πράγματα τοῖς πονηροτάτοις, Νυμφιδίῳ καὶ Τιγελλίνῳ,
493 τοῖς τε ἀναξίοις τῶν ἐξελευθέρων, καὶ ὡς ὑπὸ τούτων ἐπιβουλευθεὶς κατελείφθη μὲν ὑπὸ τῶν φυλάκων ἁπάντων, διαδρὰς δὲ σὺν τέτρασι τῶν πιστῶν ἀπελευθέρων ἐν τοῖς προαστείοις ἑαυτὸν ἀνεῖλεν, καὶ ὡς οἱ καταλύσαντες αὐτὸν μετʼ οὐ πολὺν χρόνον δίκας ἔδοσαν,
494 τόν τε κατὰ τὴν Γαλατίαν πόλεμον ὡς ἐτελεύτησε, καὶ πῶς Γάλβας ἀποδειχθεὶς αὐτοκράτωρ εἰς Ῥώμην ἐπανῆλθεν ἐκ τῆς Ἱσπανίας, καὶ ὡς ὑπὸ τῶν στρατιωτῶν αἰτιαθεὶς ἐπὶ ταπεινοφροσύνῃ ἐδολοφονήθη κατὰ μέσην τὴν Ῥωμαίων ἀγορὸν ἀπεδείχθη τε αὐτοκράτωρ Ὄθων·
495 τήν τε τούτου στρατείαν ἐπὶ τοὺς Οὐιτελλίου στρατηγοὺς καὶ κατάλυσιν, ἔπειτα τοὺς κατὰ Οὐιτέλλιον ταράχους καὶ τὴν περὶ τὸ Καπετώλιον συμβολήν, ὅπως τε Ἀντώνιος Πρῖμος καὶ Μουκιανὸς διαφθείραντες Οὐιτέλλιον καὶ τὰ Γερμανικὰ τάγματα κατέστειλαν τὸν ἐμφύλιον πόλεμον.
496 πάντα ταῦτα διεξιέναι μὲν ἐπʼ ἀκριβὲς παρῃτησάμην, ἐπειδὴ διʼ ὄχλου πᾶσίν ἐστιν καὶ πολλοῖς Ἑλλήνων τε καὶ Ῥωμαίων ἀναγέγραπται, συναφείας δὲ ἕνεκεν τῶν πραγμάτων καὶ τοῦ μὴ διηρτῆσθαι τὴν ἱστορίαν κεφαλαιωδῶς ἕκαστον ἐπισημαίνομαι.
497 Οὐεσπασιανὸς τοίνυν τὸ μὲν πρῶτον ἀνεβάλλετο τὴν τῶν Ἱεροσολύμων στρατείαν, καραδοκῶν πρὸς τίνα ῥέψει τὸ κρατεῖν μετὰ Νέρωνα·
498 αὖθις δὲ Γάλβαν ἀκούσας αὐτοκράτορα, πρὶν ἐπιστεῖλαί τι περὶ τοῦ πολέμου κἀκεῖνον, οὐκ ἐπεχείρει, πέμπει δὲ πρὸς αὐτὸν καὶ τὸν υἱὸν Τίτον ἀσπασόμενόν τε καὶ ληψόμενον τὰς περὶ Ἰουδαίων ἐντολάς. διὰ δὲ τὰς αὐτὰς αἰτίας ἅμα Τίτῳ καὶ Ἀγρίππας ὁ βασιλεὺς πρὸς Γάλβαν ἔπλει.
499 καὶ διὰ τῆς Ἀχαΐας, χειμῶνος γὰρ ἦν ὥρα, μακραῖς ναυσὶ περιπλεόντων φθάνει Γάλβας ἀναιρεθεὶς μετὰ μῆνας ἑπτὰ καὶ ἴσας ἡμέρας· ἐξ οὗ καὶ τὴν ἡγεμονίαν παρέλαβεν Ὄθων ἀντιποιούμενος τῶν πραγμάτων.
500 ὁ μὲν οὖν Ἀγρίππας εἰς τὴν Ῥώμην ἀφικέσθαι διέγνω μηδὲν ὀρρωδήσας πρὸς τὴν μεταβολήν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi