Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

524 ἐφʼ οἷς ἑστιαθεὶς φιλοφρόνως ὑπὸ τοῦ Σίμωνος καὶ λαμπραῖς ἐπαρθεὶς ὑποσχέσεσιν, ἐπειδήπερ εἰς τοὺς σφετέρους ὑπέστρεψε, τὸ μὲν πρῶτον πολλαπλασίονα τὴν στρατιὰν ἐψεύδετο τοῦ Σίμωνος,
525 ἔπειτα δεξιούμενος τούς τε ἡγεμόνας καὶ κατʼ ὀλίγους πᾶν τὸ πλῆθος ἐνῆγεν ὥστε δέξασθαι τὸν Σίμωνα καὶ παραδοῦναι δίχα μάχης αὐτῷ τὴν τῶν ὅλων ἀρχήν.
526 ἅμα δὲ ταῦτα διαπραττόμενος καὶ Σίμωνα διʼ ἀγγέλων ἐκάλει σκεδάσειν ὑπισχνούμενος τοὺς Ἰδουμαίους· ὃ δὴ παρέσχεν.
527 ὡς γὰρ ἦν ἤδη πλησίον ἡ στρατιά, πρῶτος ἀναπηδήσας ἐπὶ τὸν ἵππον μετὰ τῶν συνδιεφθαρμένων ἔφευγε.
528 πτοία δʼ ἐμπίπτει παντὶ τῷ πλήθει, καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν λυθέντες ἐκ τῆς τάξεως ἀνεχώρουν ἕκαστοι πρὸς τὰ ἴδια.
529 Σίμων δὲ παρὰ δόξαν εἰς τὴν Ἰδουμαίαν εἰσήλασεν ἀναιμωτὶ καὶ προσβαλὼν ἀδοκήτως πρώτην αἱρεῖ τὴν πολίχνην Χεβρών, ἐν ᾗ πλείστης ἐκράτησε λείας, πάμπολυν δὲ διήρπασε καρπόν.
530 ὡς δέ φασιν οἱ ἐπιχώριοι τὴν Χεβρὼν οὐ μόνον τῶν τῇδε πόλεων ἀλλὰ καὶ τῆς ἐν Αἰγύπτῳ Μέμφεως ἀρχαιοτέραν· δισχίλια γοῦν αὐτῇ καὶ τριακόσια ἔτη συναριθμεῖται.
531 μυθεύουσι δὲ αὐτὴν καὶ οἰκητήριον Ἀβράμου τοῦ Ἰουδαίων προγόνου γεγονέναι μετὰ τὴν ἐκ τῆς Μεσοποταμίας ἀπανάστασιν, τούς τε παῖδας αὐτοῦ λέγουσι καταβῆναι εἰς Αἴγυπτον ἔνθεν·
532 ὧν καὶ τὰ μνημεῖα μέχρι νῦν ἐν τῇδε τῇ πολίχνῃ δείκνυται πάνυ καλῆς μαρμάρου καὶ φιλοτίμως εἰργασμένα.
533 δείκνυται δʼ ἀπὸ σταδίων ἓξ τοῦ ἄστεος τερέβινθος μεγίστη, καὶ φασὶ τὸ δένδρον ἀπὸ τῆς κτίσεως μέχρι νῦν διαμένειν.
534 ἔνθεν ὁ Σίμων ἐχώρει διὰ πάσης τῆς Ἰδουμαίας, οὐ μόνον κώμας καὶ πόλεις πορθῶν, λυμαινόμενος δὲ καὶ τὴν χώραν· δίχα γὰρ τῶν ὁπλιτῶν τέσσαρες αὐτῷ συνείποντο μυριάδες, ὡς μηδὲ τῶν ἐπιτηδείων ἐξαρκούντων πρὸς τὸ πλῆθος.
535 προσῆν δὲ ταῖς χρείαις ὠμότης τε αὐτοῦ καὶ πρὸς τὸ γένος ὀργή, διʼ ἃ μᾶλλον ἐξερημοῦσθαι συνέβαινε τὴν Ἰδουμαίαν.
536 καθάπερ δὲ ὑπὸ τῶν ἀκρίδων κατόπιν ὕλην ἔστιν ἰδεῖν ἐψιλωμένην πᾶσαν, οὕτω τὸ κατὰ νώτου τῆς Σίμωνος στρατιᾶς ἐρημία κατελείπετο·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi