Kitap 4
42
εἶναι δʼ ὥσπερ ἀπειροκάλων τὸ λίαν ἐπαίρεσθαι ταῖς εὐπραγίαις, οὕτως ἀνάνδρων τὸ καταπτήσσειν ἐν τοῖς πταίσμασιν· ὀξεῖα γὰρ ἐν ἀμφοτέροις ἡ μεταβολή, κἀκεῖνος ἄριστος ὁ κἀν τοῖς εὐτυχήμασιν νήφων, ἵνα μένῃ καὶ διʼ εὐθυμίας ἀναπαλαίων τὰ σφάλματα.
43
τὰ μέντοι συμβεβηκότα νῦν οὔτε μαλακισθέντων ὑμῶν οὔτε παρὰ τὴν τῶν Ἰουδαίων ἀρετὴν γέγονεν, ἀλλὰ κἀκείνοις τοῦ πλεονεκτῆσαι καὶ τοῦ διαμαρτεῖν ἡμῖν αἴτιον ἡ δυσχωρία.
44
καθʼ ἣν ἄν τις ὑμῶν μέμψαιτο τῆς ὁρμῆς τὸ ἀταμίευτον· ἀναφυγόντων γὰρ ἐπὶ τὰ ὑψηλὰ τῶν πολεμίων αὑτοὺς ὑποστέλλειν ἐχρῆν, καὶ μὴ κατὰ κορυφὴν ἱσταμένοις τοῖς κινδύνοις ἕπεσθαι, κρατοῦντας δὲ τῆς κάτω πόλεως κατʼ ὀλίγον προκαλεῖσθαι τοὺς ἀναφεύγοντας εἰς ἀσφαλῆ καὶ ἑδραίαν μάχην. νυνὶ δὲ ἀκρατῶς ἐπὶ τὴν νίκην ἐπειγόμενοι τῆς ἀσφαλείας ἠμελήσατε.
45
τὸ δʼ ἀπερίσκεπτον ἐν πολέμῳ καὶ τῆς ὁρμῆς μανιῶδες οὐ πρὸς Ῥωμαίων, οἳ πάντα ἐμπειρίᾳ καὶ τάξει κατορθοῦμεν, ἀλλὰ βαρβαρικόν, καὶ ᾧ μάλιστα Ἰουδαῖοι κρατοῦνται.
46
χρὴ τοίνυν ἐπὶ τὴν αὑτῶν ἀρετὴν ἀναδραμεῖν καὶ θυμοῦσθαι μᾶλλον ἢ προσαθυμεῖν τῷ παρʼ ἀξίαν πταίσματι.
47
τὴν δʼ ἀρίστην ἕκαστος ἐκ τῆς ἰδίας χειρὸς ἐπιζητείτω παραμυθίαν· οὕτω γὰρ τοῖς τε ἀπολωλόσι τιμωρήσεσθε καὶ τοὺς ἀνελόντας ἀμυνεῖσθε.
48
πειράσομαι δʼ ἐγώ, καθάπερ νῦν, ἐπὶ πάσης μάχης προάγειν τε ὑμῶν εἰς τοὺς πολεμίους καὶ τελευταῖος ἀποχωρεῖν.
49
Ὁ μὲν οὖν τοιαῦτα λέγων τὴν στρατιὰν ἀνελάμβανεν, τοῖς δὲ Γαμαλεῦσιν πρὸς ὀλίγον μὲν θαρρῆσαι τῷ κατορθώματι παρέστη παραλόγως τε συμβάντι καὶ μεγάλως,
50
λογιζόμενοι δʼ ὕστερον ἀφῃρῆσθαι σφᾶς αὐτοὺς καὶ δεξιᾶς ἐλπίδας τό τε μὴ δύνασθαι διαφεύγειν ἐννοοῦντες, ἤδη γὰρ ἐπέλιπε τὰ ἐπιτήδεια, δεινῶς ἠθύμουν καὶ ταῖς ψυχαῖς ἀναπεπτώκεσαν.
51
οὐ μὴν εἰς τὸ δυνατὸν ἠμέλουν σωτηρίας, ἀλλὰ καὶ τὰ παραρρηχθέντα τοῦ τείχους οἱ γενναιότατοι καὶ τὰ μένοντα περισχόντες ἐφύλασσον οἱ λοιποί.
52
τῶν δὲ Ῥωμαίων ἐπιρρωννύντων τὰ χώματα καὶ πάλιν πειρωμένων προσβολῆς οἱ πολλοὶ διεδίδρασκον ἐκ τῆς πόλεως κατά τε δυσβάτων φαράγγων, ᾗπερ οὐκ ἔκειντο φυλακαί, καὶ διὰ τῶν ὑπονόμων.