Kitap 4
537
καὶ τὰ μὲν ἐμπιπρῶντες τὰ δὲ κατασκάπτοντες, πᾶν δὲ τὸ πεφυκὸς ἀνὰ τὴν χώραν ἢ συμπατοῦντες ἠφάνιζον ἢ νεμόμενοι καὶ τὴν ἐνεργὸν ὑπὸ τῆς πορείας σκληροτέραν ἐποίουν τῆς ἀκάρπου, καθόλου τε εἰπεῖν, οὐδὲ σημεῖόν τι κατελείπετο τοῖς πορθουμένοις τοῦ γεγονέναι.
538
Ταῦτα πάλιν τοὺς ζηλωτὰς ἐπήγειρεν, καὶ φανερῶς μὲν ἀντιπαρατάξασθαι κατέδεισαν, προλοχίσαντες δʼ ἐν ταῖς παρόδοις ἁρπάζουσι τοῦ Σίμωνος τὴν γυναῖκα καὶ τῆς περὶ αὐτὴν θεραπείας συχνούς.
539
ἔπειτα ὡς αὐτὸν αἰχμαλωτισάμενοι τὸν Σίμωνα γεγηθότες εἰς τὴν πόλιν ὑπέστρεψαν καὶ ὅσον οὐδέπω προσεδόκων καταθέμενον τὰ ὅπλα περὶ τῆς γυναικὸς ἱκετεύσειν.
540
τὸν δὲ οὐκ ἔλεος εἰσῆλθεν ἀλλʼ ὀργὴ περὶ τῆς ἡρπασμένης, καὶ πρὸς τὸ τεῖχος τῶν Ἱεροσολύμων ἐλθὼν καθάπερ τὰ τρωθέντα τῶν θηρίων, ἐπειδὴ τοὺς τρώσαντας οὐ κατέλαβεν, ἐφʼ οὓς εὗρε τὸν θυμὸν ἠφίει.
541
ὅσοι γοῦν λαχανείας ἕνεκεν ἢ φρυγανισμοῦ προεληλύθεσαν ἔξω πυλῶν ἀνόπλους καὶ γέροντας συλλαμβάνων ᾐκίζετο καὶ διέφθειρεν, διʼ ὑπερβολὴν ἀγανακτήσεως μονονουχὶ καὶ νεκρῶν γευόμενος τῶν σωμάτων.
542
πολλοὺς δὲ καὶ χειροκοπήσας εἰσέπεμπε καταπλήξασθαι τοὺς ἐχθροὺς ἅμα καὶ διαστῆσαι τὸν δῆμον ἐπιχειρῶν πρὸς τοὺς αἰτίους.
543
ἐντέταλτο δʼ αὐτοῖς λέγειν, ὅτι Σίμων θεὸν ὄμνυσι τὸν πάντων ἔφορον, εἰ μὴ θᾶττον ἀποδώσουσιν αὐτῷ τὴν γυναῖκα, ῥήξας τὸ τεῖχος τοιαῦτα διαθήσειν πάντας τοὺς κατὰ τὴν πόλιν, μηδεμιᾶς φεισάμενος ἡλικίας μηδὲ ἀπὸ τῶν ἀναιτίων διακρίνας τοὺς αἰτίους.
544
τούτοις οὐ μόνον ὁ δῆμος ἀλλὰ καὶ οἱ ζηλωταὶ καταπλαγέντες ἀποπέμπουσιν αὐτῷ τὴν γυναῖκα· καὶ τότε μὲν ἐκμειλιχθεὶς ὀλίγον ἀνεπαύσατο τοῦ συνεχοῦς φόνου.
545
Οὐ μόνον δὲ κατὰ τὴν Ἰουδαίαν στάσις ἦν καὶ πόλεμος ἐμφύλιος, ἀλλὰ κἀπὶ τῆς Ἰταλίας.
546
ἀνῄρητο μὲν γὰρ κατὰ μέσην τὴν Ῥωμαίων ἀγορὰν Γάλβας, ἀποδεδειγμένος δὲ αὐτοκράτωρ Ὄθων ἐπολέμει Οὐιτελλίῳ βασιλειῶντι· τοῦτον γὰρ ᾕρητο τὰ κατὰ Γερμανίαν τάγματα.
547
καὶ γενομένης συμβολῆς κατὰ Φρηγδίακον τῆς Γαλατίας πρός τε Οὐάλεντα καὶ Καικίνναν τοὺς Οὐιτελλίου στρατηγούς, τῇ πρώτῃ μὲν ἡμέρᾳ περιῆν Ὄθων, τῇ δὲ δευτέρᾳ τὸ Οὐιτελλίου στρατιωτικόν·