Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

548 καὶ πολλοῦ φόνου γενομένου διεχρήσατο μὲν Ὄθων αὑτὸν ἐν Βριξέλλῳ τὴν ἧτταν πυθόμενος ἡμέρας δύο καὶ τρεῖς μῆνας κρατήσας τῶν πραγμάτων,
549 προσεχώρησε δὲ τοῖς Οὐιτελλίου στρατηγοῖς ἡ στρατιά, καὶ κατέβαινεν αὐτὸς εἰς τὴν Ῥώμην μετὰ τῆς δυνάμεως.
550 ἐν δὲ τούτῳ καὶ Οὐεσπασιανὸς ἀναστὰς ἐκ τῆς Καισαρείας πέμπτῃ Δαισίου μηνὸς ὥρμησεν ἐπὶ τὰ μηδέπω κατεστραμμένα τῶν τῆς Ἰουδαίας χωρίων.
551 ἀναβὰς δὲ εἰς τὴν ὀρεινὴν αἱρεῖ δύο τοπαρχίας, τήν τε Γοφνιτικὴν καὶ τὴν Ἀκραβετηνὴν καλουμένην, μεθʼ ἃς Βήθηγά τε καὶ Ἐφραὶμ πολίχνια, οἷς φρουροὺς ἐγκαταστήσας μέχρι Ἱεροσολύμων ἱππάζετο· φθορὰ δʼ ἦν πολλῶν καταλαμβανομένων καὶ συχνοὺς ᾐχμαλωτίζετο.
552 Κερεάλιος δὲ αὐτῷ τῶν ἡγεμόνων μοῖραν ἱππέων καὶ πεζῶν ἀναλαβὼν τὴν ἄνω καλουμένην Ἰδουμαίαν ἐπόρθει, καὶ Κάφεθρα μὲν ψευδοπολίχνιον ἐξ ἐφόδου λαβὼν ἐμπίπρησιν, ἑτέραν δὲ καλουμένην Χαραβὶν προσβαλὼν ἐπολιόρκει.
553 πάνυ δʼ ἦν ἰσχυρὸν τὸ τεῖχος, καὶ τρίψεσθαι προσδοκῶντι πλείω χρόνον αἰφνιδίως ἀνοίγουσιν οἱ ἔνδον τὰς πύλας καὶ μεθʼ ἱκετηριῶν προελθόντες ἑαυτοὺς παρέδοσαν.
554 Κερεάλιος δὲ τούτους παραστησάμενος ἐπὶ Χεβρὼν ἑτέρας πόλεως ἀρχαιοτάτης ἐχώρει· κεῖται δʼ, ὡς ἔφην, αὕτη κατὰ τὴν ὀρεινὴν οὐ πόρρω Ἱεροσολύμων· βιασάμενος δὲ τὰς εἰσόδους τὸ μὲν ἐγκαταληφθὲν πλῆθος ἡβηδὸν ἀναιρεῖ, τὸ δʼ ἄστυ καταπίμπρησι.
555 καὶ πάντων ἤδη κεχειρωμένων πλὴν Ἡρωδείου καὶ Μασάδας καὶ Μαχαιροῦντος, ταῦτα δʼ ὑπὸ τῶν λῃστῶν κατείληπτο, σκοπὸς ἤδη τὰ Ἱεροσόλυμα προύκειτο Ῥωμαίοις.
556 Ὁ δὲ Σίμων ὡς ἐρρύσατο παρὰ τῶν ζηλωτῶν τὴν γυναῖκα, πάλιν ἐπὶ τὰ λείψανα τῆς Ἰδουμαίας ὑπέστρεψεν, καὶ περιελαύνων πανταχόθεν τὸ ἔθνος εἰς Ἱεροσόλυμα τοὺς πολλοὺς φεύγειν συνηνάγκασεν.
557 εἵπετο δὲ καὶ αὐτὸς ἐπὶ τὴν πόλιν καὶ κυκλωσάμενος αὖθις τὸ τεῖχος ὅντινα λάβοι τῶν προϊόντων κατὰ τὴν χώραν ἐργατῶν διέφθειρεν.
558 ἦν δὲ τῷ δήμῳ Σίμων μὲν ἔξωθεν Ῥωμαίων φοβερώτερος, οἱ ζηλωταὶ δʼ ἔνδον ἑκατέρων χαλεπώτεροι, κἀν τούτοις ἐπινοίᾳ κακῶν καὶ τόλμῃ τὸ σύνταγμα τῶν Γαλιλαίων διέφερεν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi