Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 5

231 ἐλειτούργει δὲ τοὺς μηροὺς μέχρις αἰδοίου διαζώματι καλύπτων λινοῦν τε ὑποδύτην ἔνδοθεν λαμβάνων καὶ ποδήρη καθύπερθεν ὑακίνθινον, ἔνδυμα στρογγύλον θυσανωτόν· τῶν δὲ θυσάνων ἀπήρτηντο κώδωνες χρύσεοι καὶ ῥοαὶ παράλληλοι, βροντῆς μὲν οἱ κώδωνες, ἀστραπῆς δʼ αἱ ῥοαὶ σημεῖον.
232 ἡ δὲ τὸ ἔνδυμα τῷ στέρνῳ προσηλοῦσα ταινία πέντε διηνθισμένη ζώναις πεποίκιλτο, χρυσοῦ τε καὶ πορφύρας καὶ κόκκου πρὸς δὲ βύσσου καὶ ὑακίνθου, διʼ ὧν ἔφαμεν καὶ τὰ τοῦ ναοῦ καταπετάσματα συνυφάνθαι.
233 τούτοις δὲ καὶ ἐπωμίδα κεκραμένην εἶχεν, ἐν ᾗ πλείων χρυσὸς ἦν. σχῆμα μὲν οὖν ἐνδυτοῦ θώρακος εἶχεν, δύο δʼ αὐτὴν ἐνεπόρπων ἀσπιδίσκαι χρυσαῖ, κατεκέκλειντο δʼ ἐν ταύταις κάλλιστοί τε καὶ μέγιστοι σαρδόνυχες, τοὺς ἐπωνύμους τῶν τοῦ ἔθνους φυλῶν ἐπιγεγραμμέναι.
234 κατὰ δὲ θάτερον ἄλλοι προσήρτηντο λίθοι δώδεκα, κατὰ τρεῖς εἰς τέσσαρα μέρη διῃρημένοι, σάρδιον τόπαζος σμάραγδος, ἄνθραξ ἴασπις σάπφειρος, ἀχάτης ἀμέθυστος λιγύριον, ὄνυξ βήρυλλος χρυσόλιθος, ὧν ἐφʼ ἑκάστου πάλιν εἷς τῶν ἐπωνύμων ἐγέγραπτο.
235 τὴν δὲ κεφαλὴν βυσσίνη μὲν ἔσκεπεν τιάρα, κατέστεπτο δʼ ὑακίνθῳ, περὶ ἣν χρυσοῦς ἄλλος ἦν στέφανος ἔκτυπα φέρων τὰ ἱερὰ γράμματα· ταῦτα δʼ ἐστὶ φωνήεντα τέσσαρα.
236 ταύτην μὲν οὖν τὴν ἐσθῆτα οὐκ ἐφόρει χρόνιον, λιτοτέραν δʼ ἀνελάμβανεν, ὁπότε δʼ εἰσίοι εἰς τὸ ἄδυτον· εἰσῄει δʼ ἅπαξ κατʼ ἐνιαυτὸν μόνος ἐν ᾗ νηστεύειν ἔθος ἡμέρᾳ πάντας τῷ θεῷ.
237 καὶ τὰ μὲν περὶ τῆς πόλεως καὶ τοῦ ναοῦ τῶν τε περὶ τοῦτον ἐθῶν καὶ νόμων αὖθις ἀκριβέστερον ἐροῦμεν· οὐ γὰρ ὀλίγος περὶ αὐτῶν καταλείπεται λόγος.
238 Ἡ δʼ Ἀντωνία κατὰ γωνίαν μὲν δύο στοῶν ἔκειτο τοῦ πρώτου ἱεροῦ, τῆς τε πρὸς ἑσπέραν καὶ τῆς πρὸς ἄρκτον, δεδόμητο δὲ ὑπὲρ πέτρας πεντηκονταπήχους μὲν ὕψος, περικρήμνου δὲ πάσης· ἔργον δʼ ἦν Ἡρώδου τοῦ βασιλέως, ἐν ᾧ μάλιστα τὸ φύσει μεγαλόνουν ἐπεδείξατο.
239 πρῶτον μὲν γὰρ ἐκ ῥίζης ἡ πέτρα πλαξὶ κεκάλυπτο λείαις λίθων, εἴς τε κάλλος καὶ ὡς ἀπολισθάνοι πᾶς ὁ προσβαίνειν ἢ κατιέναι πειρώμενος.
240 ἔπειτα πρὸ τῆς τοῦ πύργου δομήσεως τριῶν πηχῶν τεῖχος ἦν, ἐνδοτέρω δὲ τούτου τὸ πᾶν ἀνάστημα τῆς Ἀντωνίας ἐπὶ τεσσαράκοντα πήχεις ἠγείρετο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi