Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 6

96 καὶ ὁ Ἰώσηπος, ὡς ἂν εἴη μὴ τῷ Ἰωάννῃ μόνον ἀλλὰ καὶ τοῖς πολλοῖς ἐν ἐπηκόῳ, τά τε τοῦ Καίσαρος διήγγελλεν ἑβραΐζων,
97 καὶ πολλὰ προσηντιβόλει φείσασθαι τῆς πατρίδος καὶ διασκεδάσαι τοῦ ναοῦ γευόμενον ἤδη τὸ πῦρ, τούς τʼ ἐναγισμοὺς ἀποδοῦναι τῷ θεῷ.
98 πρὸς ταῦτα τοῦ δήμου μὲν ἦν κατήφεια καὶ σιγή, πολλὰ δʼ ὁ τύραννος λοιδορηθείς τε τῷ Ἰωσήπῳ καὶ καταρασάμενος τὸ τελευταῖον προσέθηκεν, ὡς οὐκ ἄν ποτε δείσειεν ἅλωσιν· θεοῦ γὰρ ὑπάρχειν τὴν πόλιν.
99 καὶ ὁ Ἰώσηπος πρὸς ταῦτα ἀνέκραγεν πάνυ γοῦν καθαρὰν τῷ θεῷ τετήρηκας αὐτήν, ἀμίαντον δὲ μένει τὸ ἅγιον, εἰς ὅν τʼ ἐλπίζεις σύμμαχον οὐδὲν ἠσέβησας, τὰς δʼ ἐθίμους θυσίας ἀπολαμβάνει.
100 κἂν μὲν σοῦ τις ἀφέλῃ τὴν καθʼ ἡμέραν τροφήν, ἀσεβέστατε, τοῦτον ἥγησαι πολέμιον, αὐτὸν δʼ ὃν τῆς αἰωνίου θρησκείας ἐστέρησας θεὸν ἐλπίζεις σύμμαχον ἔχειν ἐν τῷ πολέμῳ;
101 καὶ Ῥωμαίοις τὰς ἁμαρτίας ἀνατίθης, οἳ μέχρι νῦν κήδονται τῶν ἡμετέρων νόμων καὶ τὰς ὑπὸ σοῦ διακοπείσας θυσίας ἀποδίδοσθαι τῷ θεῷ βιάζονται;
102 τίς οὐκ ἂν στενάξειε καὶ κατολοφύραιτο τῆς παραδόξου μεταβολῆς τὴν πόλιν, εἴ γε ἀλλόφυλοι μὲν καὶ πολέμιοι τὴν σὴν ἀσέβειαν ἐπανορθοῦνται, σὺ δʼ ὁ Ἰουδαῖος, ὁ τοῖς νόμοις ἐντραφείς, κἀκείνων πρὸς αὐτοὺς γίνῃ χαλεπώτερος;
103 ἀλλά τοι, Ἰωάννη, καὶ μετανοῆσαι μὲν ἐκ κακῶν οὐκ αἰσχρὸν ἐν ἐσχάτοις καὶ καλὸν ὑπόδειγμα βουλομένῳ σώζειν τὴν πατρίδα σοι πρόκειται βασιλεὺς Ἰουδαίων Ἰεχονίας,
104 ὅς ποτε στρατεύσαντι τῷ Βαβυλωνίῳ διʼ αὐτὸν ἑκὼν ἐξέστη πρὶν ἁλῶναι τῆς πόλεως καὶ μετὰ γενεᾶς αἰχμαλωσίαν ὑπέμεινεν ἐθελούσιον ὑπὲρ τοῦ μὴ παραδοῦναι ταῦτα πολεμίοις τὰ ἅγια καὶ τὸν οἶκον τοῦ θεοῦ περιιδεῖν φλεγόμενον.
105 διὰ τοῦτο λόγος τε αὐτὸν πρὸς ἁπάντων Ἰουδαίων ἱερὸς ὑμνεῖ καὶ μνήμη ῥέουσα διʼ αἰῶνος ἀεὶ νέα τοῖς ἐπιγινομένοις παραδίδωσιν ἀθάνατον.
106 καλόν, ὦ Ἰωάννη, ὑπόδειγμα, κἂν προσῇ κίνδυνος· ἐγὼ δέ σοι καὶ τὴν ἀπὸ Ῥωμαίων συγγνώμην ἐγγυῶμαι.
107 μέμνησο δʼ ὡς ὁμόφυλος ὢν παραινῶ καὶ Ἰουδαῖος ὢν ἐπαγγέλλομαι, καὶ χρὴ σκοπεῖν τίς ὁ συμβουλεύων καὶ πόθεν. μὴ γὰρ ἔγωγέ ποτε γενοίμην ζῶν οὕτως αἰχμάλωτος, ἵνα παύσωμαι τοῦ γένους ἢ τῶν πατρίων ἐπιλάθωμαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi