Kitap 6
118
Αὖθις δέ, ὡς ἀνακαλέσας τοὺς ἄνδρας ἀπὸ τῆς Γοφνὰ Τίτος ἐκέλευσε μετὰ τοῦ Ἰωσήπου περιελθόντας τὸ τεῖχος ὀφθῆναι τῷ δήμῳ, πλεῖστοι πρὸς τοὺς Ῥωμαίους ἔφευγον.
119
γενόμενοι δὲ ἀθρόοι καὶ πρὸ τῶν Ῥωμαίων ἱστάμενοι μετʼ οἰμωγῆς καὶ δακρύων ἱκέτευον τοὺς στασιαστὰς τὸ μὲν πρῶτον ὅλῃ τοὺς Ῥωμαίους δέξασθαι τῇ πόλει καὶ τὴν πατρίδα σῶσαι πάλιν,
120
εἰ δὲ μή, τοῦ γε ἱεροῦ πάντως ὑπεξελθεῖν καὶ ῥύσασθαι τὸν ναὸν αὐτοῖς· οὐ γὰρ ἂν τολμῆσαι Ῥωμαίους μὴ μετὰ μεγίστης ἀνάγκης καταφλέξαι τὰ ἅγια.
121
τούτοις μᾶλλον ἀντεφιλονείκουν, καὶ πολλὰ βλάσφημα τοῖς αὐτομόλοις ἀντικεκραγότες ἐπὶ τῶν ἱερῶν πυλῶν τούς τε ὀξυβελεῖς καὶ καταπέλτας καὶ λιθοβόλους μηχανὰς διέστησαν, ὡς τὸ κύκλῳ μὲν ἱερὸν ὑπὸ πλήθους νεκρῶν προσεοικέναι πολυανδρίῳ, τὸν δὲ ναὸν αὐτὸν φρουρίῳ.
122
τοῖς δὲ ἁγίοις καὶ ἀβάτοις μετὰ τῶν ὅπλων εἰσεπήδων θερμὰς ἔτι τὰς χεῖρας ἐξ ὁμοφύλων ἔχοντες φόνων, καὶ προύκοψαν εἰς τοσοῦτον παρανομίας, ὥσθʼ ἣν ἂν εἰκὸς ἀγανάκτησιν γενέσθαι Ἰουδαίων, εἰ Ῥωμαῖοι ταῦτʼ ἐξύβριζον εἰς αὐτούς, ταύτην εἶναι παρὰ Ῥωμαίων τότε πρὸς Ἰουδαίους ἀσεβοῦντας εἰς τὰ ἴδια.
123
τῶν μέν γε στρατιωτῶν οὐκ ἔστιν ὅστις οὐ μετὰ φρίκης εἰς τὸν ναὸν ἀφεώρα καὶ προσεκύνει τούς τε λῃστὰς ηὔχετο πρὶν ἀνηκέστου πάθους μετανοῆσαι.
124
Τίτος δὲ ὑπερπαθήσας πάλιν ἐξωνείδιζε τοὺς περὶ τὸν Ἰωάννην, λέγων ἆρʼ οὐχ ὑμεῖς, ὦ μιαρώτατοι, τὸν δρύφακτον τοῦτον προεβάλεσθε τῶν ἁγίων;
125
οὐχ ὑμεῖς δὲ τὰς ἐν αὐτῷ στήλας διεστήσατε, γράμμασιν Ἑλληνικοῖς καὶ ἡμετέροις κεχαραγμένας, μηδένα τὸ γείσιον ὑπερβαίνειν παραγγέλλειν;
126
οὐχ ἡμεῖς δὲ τοὺς ὑπερβάντας ὑμῖν ἀναιρεῖν ἐπετρέψαμεν, κἂν Ῥωμαῖός τις ᾖ; τί οὖν νῦν, ἀλιτήριοι, καὶ νεκροὺς ἐν αὐτῷ καταπατεῖτε; τί δὲ τὸν ναὸν αἵματι ξένῳ καὶ ἐγχωρίῳ φύρετε;
127
μαρτύρομαι θεοὺς ἐγὼ πατρίους καὶ εἴ τις ἐφεώρα ποτὲ τόνδε τὸν χῶρον, νῦν μὲν γὰρ οὐκ οἴομαι, μαρτύρομαι δὲ καὶ στρατιὰν τὴν ἐμὴν καὶ τοὺς παρʼ ἐμοὶ Ἰουδαίους καὶ ὑμᾶς αὐτούς, ὡς οὐκ ἐγὼ ταῦθʼ ὑμᾶς ἀναγκάζω μιαίνειν.
128
κἂν ἀλλάξητε τῆς παρατάξεως τὸν τόπον, οὔτε προσελεύσεταί τις Ῥωμαίων τοῖς ἁγίοις οὔτε ἐνυβρίσει, τηρήσω δὲ τὸν ναὸν ὑμῖν καὶ μὴ θέλουσι.