Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 6

151 τῶν δὲ λοιπῶν δύο θάτερον μὲν κατὰ τὴν ἑσπέριον στοὰν τοῦ ἔξωθεν ἱεροῦ, τὸ δʼ ἕτερον ἔξω κατὰ τὴν βόρειον. προύκοπτεν μέντοι μετὰ πολλοῦ καμάτου καὶ ταλαιπωρίας αὐτοῖς τὰ ἔργα [καὶ] τὴν ὕλην ἀφʼ ἑκατὸν σταδίων συγκομίζουσιν,
152 ἐκακοῦντο δʼ ἔσθʼ ὅπη καὶ κατʼ ἐπιβουλάς, αὐτοὶ διὰ περιουσίαν τοῦ κρατεῖν ὄντες ἀδεέστεροι καὶ διʼ ἀπόγνωσιν ἤδη σωτηρίας χρώμενοι τολμηροτέροις τοῖς Ἰουδαίοις.
153 τῶν γὰρ ἱππέων τινὲς ὁπότε προέλθοιεν ἐπὶ ξυλείαν ἢ χόρτου συλλογήν, τὸν τῆς συγκομιδῆς χρόνον ἀνίεσαν βόσκεσθαι τοὺς ἵππους ἀποχαλινοῦντες, οὓς οἱ Ἰουδαῖοι κατὰ στῖφος ἐκπηδῶντες ἥρπαζον.
154 καὶ τούτου συνεχῶς γινομένου νομίσας Καῖσαρ, ὅπερ ἦν, ἀμελείᾳ τῶν σφετέρων πλέον ἢ τῇ Ἰουδαίων ἀνδρείᾳ γίνεσθαι τὰς ἁρπαγάς, ἔγνω σκυθρωπότερον τοὺς λοιποὺς πρὸς φυλακὴν τῶν ἵππων ἐπιστρέψαι.
155 καὶ κελεύσας ἀπαχθῆναι τὴν ἐπὶ θανάτῳ τῶν ἀπολεσάντων στρατιωτῶν ἕνα, φόβῳ τοῖς ἄλλοις ἐτήρησε τοὺς ἵππους· οὐκέτι γὰρ εἴων νέμεσθαι, καθάπερ δὲ συμπεφυκότες αὐτοῖς ἐπὶ τὰς χρείας ἐξῄεσαν.
156 οἱ μὲν οὖν προσεπολέμουν τῷ ἱερῷ καὶ τὰ χώματα διήγειρον.
157 Μετὰ δὲ μίαν ἡμέραν αὐτῶν τῆς ἀνόδου πολλοὶ τῶν στασιαστῶν, οἷς ἁρπαγαί τε ἐπέλειπον ἤδη καὶ ὁ λιμὸς ἤπειγε, συνελθόντες ταῖς κατὰ τὸ Ἐλαιῶν ὄρος Ῥωμαίων φυλακαῖς ἐπιτίθενται περὶ ὥραν ἑνδεκάτην τῆς ἡμέρας, οἰόμενοι πρῶτον μὲν ἀδοκήτων, ἔπειτα πρὸς θεραπείαις ἤδη τοῦ σώματος ὄντων ῥᾳδίως διεκπαίσειν.
158 προαισθόμενοι δὲ τὴν ἔφοδον αὐτῶν οἱ Ῥωμαῖοι καὶ ταχέως ἐκ τῶν πλησίον φρουρίων συνδραμόντες εἶργον ὑπερπηδᾶν καὶ διακόπτειν τὸ περιτείχισμα βιαζομένους.
159 γενομένης δὲ καρτερᾶς τῆς συμβολῆς ἄλλα τε πολλὰ παρʼ ἑκατέρων γενναίως ἐπράχθη, Ῥωμαίων μὲν μετὰ τῆς ἰσχύος ἐμπειρίᾳ τοῦ πολεμεῖν χρωμένων, Ἰουδαίων δὲ ἀφειδέσι ταῖς ὁρμαῖς καὶ τοῖς θυμοῖς ἀκατασχέτοις·
160 ἐστρατήγει δὲ τῶν μὲν αἰδώς, τῶν δὲ ἀνάγκη· τό τε γὰρ ἐξαφεῖναι Ἰουδαίους ὥσπερ ἄρκυσιν ἐνειλημμένους Ῥωμαίοις αἴσχιστον ἐδόκει, κἀκεῖνοι μίαν ἐλπίδα σωτηρίας εἶχον, εἰ βιασάμενοι ῥήξειαν τὸ τεῖχος·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi