Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 6

181 κυκλούμενοι δὲ ὑπὸ τῆς φλογὸς οἱ μὲν εἰς τὴν πόλιν ὀπίσω κατεκρήμνιζον ἑαυτούς, οἱ δʼ εἰς τοὺς πολεμίους, πολλοὶ δʼ ἐλπίδι σωτηρίας εἰς τοὺς σφετέρους καταπηδῶντες ἐκλῶντο τὰ μέλη, πλείστων δʼ ἔφθανε τὰς ὁρμὰς τὸ πῦρ καί τινες τὴν φλόγα σιδήρῳ.
182 περιεῖχε δʼ εὐθέως καὶ τοὺς ἄλλως φθειρομένους τὸ πῦρ ἐπὶ πλεῖστον ἐκφερόμενον. Καίσαρα δὲ καίπερ χαλεπαίνοντα τοῖς ἀπολλυμένοις, ἐπειδὴ δίχα παραγγέλματος ἀναβεβήκεσαν, ὅμως οἶκτος εἰσῄει τῶν ἀνδρῶν·
183 καὶ μηδενὸς προσαμύνειν δυναμένου, τοῦτο γοῦν παραμύθιον ἦν τοῖς φθειρομένοις τὸ βλέπειν ὑπὲρ οὗ τις ἠφίει τὴν ψυχὴν ὀδυνώμενον· βοῶν τε γὰρ αὐτοῖς καὶ προπηδῶν καὶ τοῖς περὶ αὐτὸν ἐκ τῶν ἐνόντων ἐπαμύνειν παρακαλῶν δῆλος ἦν.
184 τὰς δὲ φωνὰς ἕκαστος καὶ τὴν διάθεσιν ὥσπερ τι λαμπρὸν ἀποφέρων ἐντάφιον εὔθυμος ἀπέθνησκεν.
185 ἔνιοί γε μὴν ἐπὶ τὸν τοῖχον τῆς στοᾶς ὄντα πλατὺν ἀναχωρήσαντες ἐκ μὲν τοῦ πυρὸς διεσώθησαν, ὑπὸ δὲ τῶν Ἰουδαίων περισχεθέντες ἐπὶ πολὺ μὲν ἀντέσχον διατιτρωσκόμενοι, τέλος δὲ πάντες ἔπεσον,
186 καὶ τελευταῖός τις αὐτῶν νεανίας, ὀνόματι Λόγγος, ὅλον ἐπικοσμήσας τὸ πάθος καὶ κατʼ ἄνδρα μνήμης ἀξίων ὄντων πάντων τῶν ἀπολωλότων ἄριστος φανείς.
187 ὃν οἱ μὲν Ἰουδαῖοι τῆς τε ἀλκῆς ἀγάμενοι καὶ ἄλλως ἀνελεῖν ἀσθενοῦντες καταβῆναι πρὸς αὐτοὺς ἐπὶ δεξιᾷ παρεκάλουν, ὁ δὲ ἀδελφὸς Κορνήλιος ἐκ θατέρου μὴ καταισχῦναι τὸ σφέτερον κλέος καὶ τὴν Ῥωμαίων στρατιάν. τούτῳ πεισθεὶς καὶ διαράμενος φανερὸν ἑκατέροις τοῖς τάγμασι τὸ ξίφος αὑτὸν ἀναιρεῖ.
188 τῶν δὲ τῷ πυρὶ περισχεθέντων Ἀρτώριός τις πανουργίᾳ διασώζεται· προσκαλεσάμενος γάρ τινα τῶν στρατιωτῶν Λούκιον, ᾧ συνεσκήνει, μεγάλῃ τῇ φωνῇ κληρονόμον, ἔφη, καταλείπω σε τῶν ἐμαυτοῦ κτημάτων, εἰ προσελθών με δέξαιο.
189 τοῦ δὲ ἑτοίμως προσδραμόντος ὁ μὲν ἐπʼ αὐτὸν κατενεχθεὶς ἔζησεν, ὁ δὲ δεξάμενος ὑπὸ τοῦ βάρους τῷ λιθοστρώτῳ προσαραχθεὶς παραχρῆμα θνήσκει.
190 τοῦτο τὸ πάθος πρὸς καιρὸν μὲν Ῥωμαίοις ἐνεποίησεν ἀθυμίαν, πρὸς δὲ τὸ μέλλον ὅμως ἀπαρακλήτους κατεσκεύασεν φυλακτικωτέρους τε πρὸς τὰς Ἰουδαίων ἀπάτας ὠφέλησεν, ἐν αἷς τὰ πολλὰ διʼ ἄγνοιαν τῶν τόπων καὶ τὸ ἦθος τῶν ἀνδρῶν ἐβλάπτοντο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi