Kitap 6
246
φθάσας δὲ τῆς παρατάξεως τὴν ῥοπὴν Καῖσαρ, καθεώρα γὰρ ἀπὸ τῆς Ἀντωνίας, ἐπήμυνε μετὰ τῶν ἐπιλέκτων ἱππέων.
247
Ἰουδαῖοι δὲ τὴν ἔφοδον οὐχ ὑπέμειναν, ἀλλὰ τῶν πρώτων πεσόντων ἐτράπησαν οἱ πολλοί·
248
καὶ ὑποχωροῦσι μὲν τοῖς Ῥωμαίοις ἐπιστρεφόμενοι προσέκειντο, μεταβαλλομένων δὲ ἀνέφευγον πάλιν, ἕως περὶ πέμπτην τῆς ἡμέρας ὥραν οἱ μὲν βιασθέντες εἰς τὸ ἔνδον συνεκλείσθησαν ἱερόν.
249
Τίτος δὲ ἀνεχώρησεν εἰς τὴν Ἀντωνίαν διεγνωκὼς τῆς ἐπιούσης ἡμέρας ὑπὸ τὴν ἕω μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν.
250
τοῦ δʼ ἄρα κατεψήφιστο μὲν τὸ πῦρ ὁ θεὸς πάλαι, παρῆν δʼ ἡ εἱμαρμένη χρόνων περιόδοις ἡμέρα δεκάτη Λώου μηνός, καθʼ ἣν καὶ πρότερον ὑπὸ τοῦ τῶν Βαβυλωνίων βασιλέως ἐνεπρήσθη.
251
λαμβάνουσι δʼ αἱ φλόγες ἐκ τῶν οἰκείων τὴν ἀρχὴν καὶ τὴν αἰτίαν· ὑποχωρήσαντος γὰρ τοῦ Τίτου πρὸς ὀλίγον λωφήσαντες οἱ στασιασταὶ πάλιν τοῖς Ῥωμαίοις ἐπιτίθενται, καὶ τῶν τοῦ ναοῦ φρουρῶν γίνεται συμβολὴ πρὸς τοὺς σβεννύντας τὸ πῦρ τοῦ ἔνδοθεν ἱεροῦ, οἳ τρεψάμενοι τοὺς Ἰουδαίους μέχρι τοῦ ναοῦ παρηκολούθουν.
252
ἔνθα δὴ τῶν στρατιωτῶν τις οὔτε παράγγελμα περιμείνας οὔτʼ ἐπὶ τηλικούτῳ δείσας ἐγχειρήματι, δαιμονίῳ ὁρμῇ τινι χρώμενος ἁρπάζει μὲν ἐκ τῆς φλεγομένης † φλογός, ἀνακουφισθεὶς δὲ ὑπὸ συστρατιώτου τὸ πῦρ ἐνίησι θυρίδι χρυσῇ, καθʼ ἣν εἰς τοὺς περὶ τὸν ναὸν οἴκους εἰσιτὸν ἦν ἐκ τοῦ βορείου κλίματος.
253
αἰρομένης δὲ τῆς φλογὸς Ἰουδαίων μὲν ἐγείρεται κραυγὴ τοῦ πάθους ἀξία, καὶ πρὸς τὴν ἄμυναν συνέθεον, οὔτε τοῦ ζῆν ἔτι φειδὼ λαμβάνοντες οὔτε ταμιευόμενοι τὴν ἰσχύν, διʼ ὃ φυλακτικοὶ πρότερον ἦσαν οἰχομένου.
254
Δραμὼν δέ τις ἀγγέλλει Τίτῳ· κἀκεῖνος, ἔτυχεν δὲ κατὰ σκηνὴν ἀναπαυόμενος ἐκ τῆς μάχης, ὡς εἶχεν ἀναπηδήσας ἔθει πρὸς τὸν ναὸν εἴρξων τὸ πῦρ.
255
κατόπιν δὲ οἵ τε ἡγεμόνες εἵποντο πάντες, καὶ πτοηθέντα τούτοις ἠκολούθει τὰ τάγματα· βοὴ δὲ ἦν καὶ θόρυβος ἅτε τηλικαύτης δυνάμεως ἀτάκτως κεκινημένης.