Kitap 6
339
δέον γοῦν, εἴπερ ἐπʼ ἀναστάσει τοῦ ἔθνους παρῆν, ἐπὶ τὴν ῥίζαν ὑμῶν δραμεῖν καὶ ταύτην ἐκπορθεῖν τὴν πόλιν εὐθέως, ὁ δὲ Γαλιλαίαν ἐδῄου καὶ τὰ πέριξ ἐπιδιδοὺς ὑμῖν χρόνον εἰς μεταμέλειαν.
340
ἀλλʼ ὑμῖν ἀσθένεια τὸ φιλάνθρωπον ἐδόκει κἀκ τῆς ἡμετέρας πρᾳότητος τὴν τόλμαν ἐπεθρέψατε.
341
Νέρωνος οἰχομένου τοῦθʼ ὅπερ ἐχρῆν τοὺς πονηροτάτους ἐποιήσατε, ταῖς ἐμφυλίοις ἡμῶν ταραχαῖς ἐπεθαρρήσατε καὶ χωρισθέντων εἰς τὴν Αἴγυπτον ἐμοῦ τε καὶ τοῦ πατρὸς εἰς παρασκευὰς τοῦ πολέμου κατεχρήσασθε τοῖς καιροῖς, καὶ οὐκ ᾐδέσθητε ταράσσειν αὐτοκράτορας γεγενημένους οὓς καὶ στρατηγοὺς φιλανθρώπους ἐπειράσατε.
342
προσφυγούσης γοῦν ἡμῖν τῆς ἡγεμονίας, καὶ τῶν μὲν κατὰ ταύτην ἠρεμούντων πάντων, πρεσβευομένων δὲ καὶ συνηδομένων τῶν ἔξωθεν ἐθνῶν, πάλιν οἱ Ἰουδαῖοι πολέμιοι,
343
καὶ πρεσβεῖαι μὲν ὑμῶν πρὸς τοὺς ὑπὲρ Εὐφράτην ἐπὶ νεωτερισμῷ, περίβολοι δὲ τειχῶν ἀνοικοδομούμενοι καινοί, στάσεις δὲ καὶ τυράννων φιλονεικίαι καὶ πόλεμος ἐμφύλιος, μόνα τοῖς οὕτω πονηροῖς πρέποντα.
344
ἧκον ἐπὶ τὴν πόλιν ἐγὼ παρὰ τοῦ πατρὸς ἄκοντος λαβὼν σκυθρωπὰ παραγγέλματα. τὸν δῆμον ἀκούσας εἰρηνικὰ φρονεῖν ἥσθην.
345
ὑμᾶς παύσασθαι πρὸ πολέμου παρεκάλουν, μέχρι πολλοῦ πολεμούντων ἐφειδόμην, δεξιὰς αὐτομόλοις ἔδωκα, καταφυγοῦσι πίστεις ἐτήρησα, πολλοὺς αἰχμαλώτους ἠλέησα, τοὺς ἐπείγοντας βασανίσας ἐκόλασα; τείχεσιν ὑμετέροις μηχανὰς ἄκων προσήγαγον, ἀεὶ φονῶντας τοὺς στρατιώτας ἐφʼ ὑμῖν κατέσχον, καθʼ ἑκάστην νίκην ὡς ἡττώμενος ὑμᾶς εἰς εἰρήνην προυκαλεσάμην.
346
τοῦ ἱεροῦ πλησίον γενόμενος πάλιν ἑκὼν ἐξελαθόμην τῶν τοῦ πολέμου νόμων, φείσασθαι δὲ παρεκάλουν τῶν ἰδίων ὑμᾶς ἁγίων καὶ σῶσαι τὸν ναὸν ἑαυτοῖς, διδοὺς ἄδειάν τε ἐξόδου καὶ πίστιν σωτηρίας, εἰ δʼ ἐβούλεσθε, καὶ μάχης καιρὸν ἐν ἄλλῳ τόπῳ·
347
πάντων ὑπερείδετε καὶ τὸν ναὸν ἰδίαις χερσὶν ἐνεπρήσατε. ἔπειτα, μιαρώτατοι, προκαλεῖσθέ με πρὸς λόγους νῦν; ἵνα τί σώσητε τοιοῦτον οἷον ἀπόλωλεν; ποίας ὑμᾶς αὐτοὺς ἀξιοῦτε μετὰ τὸν ναὸν σωτηρίας;
348
ἀλλὰ καὶ νῦν μετὰ τῶν ὅπλων ἑστήκατε καὶ οὐδʼ ἐν ἐσχάτοις ὑποκρίνεσθε γοῦν ἱκέτας, ὦ ταλαίπωροι, τίνι πεποιθότες;