Kitap 7
210
Ταῦτα δὲ διοικησάμενος ἠπείγετο τὴν στρατιὰν ἄγων ἐπὶ τὸν προσαγορευόμενον Ἰάρδην δρυμόν· πολλοὶ γὰρ εἰς αὐτὸν ἠγγέλθησαν ἠθροῖσθαι τῶν κατὰ τὰς πολιορκίας πρότερον ἔκ τε Ἱεροσολύμων καὶ Μαχαιροῦντος ἀποδράντων.
211
ἐλθὼν οὖν ἐπὶ τὸν τόπον καὶ γνοὺς τὴν ἀγγελίαν οὐκ ἐψευσμένην πρῶτον μὲν τοῖς ἱππεῦσιν ἅπαν κυκλοῦται τὸ χωρίον, ὅπως τοῖς διεκπαίεσθαι τολμῶσιν τῶν Ἰουδαίων ἄπορος ἡ φυγὴ γίνηται διὰ τοὺς ἱππέας· τοὺς δὲ πεζοὺς ἐκέλευσεν δενδροτομεῖν τὴν ὕλην, εἰς ἣν καταπεφεύγεσαν.
212
καθίστανται δὲ διὰ τοῦτο πρὸς ἀνάγκην οἱ Ἰουδαῖοι τοῦ δρᾶν τι γενναῖον ὡς ἐκ παραβόλου ἀγωνίσασθαι τάχα ἂν καὶ διαφυγόντες, ἀθρόοι δὲ καὶ μετὰ βοῆς ᾄξαντες ἐνέπιπτον τοῖς κεκυκλωμένοις.
213
οἱ δʼ αὐτοὺς ἐδέχοντο καρτερῶς, καὶ πολλῇ τῶν μὲν ἀπονοίᾳ τῶν δὲ φιλονεικίᾳ χρωμένων χρόνος μὲν οὐκ ὀλίγος διὰ τοῦτο τῇ μάχῃ προύβη, τέλος δʼ αὐτῆς οὐχ ὅμοιον ἀπέβη τοῖς ἀγωνισαμένοις.
214
Ῥωμαίων μὲν γὰρ δώδεκα τοὺς πάντας συνέβη πεσεῖν ὀλίγους τε τρωθῆναι, Ἰουδαίων δὲ ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν, ἀλλʼ ὄντες οὐκ ἐλάττους τρισχιλίων πάντες ἀπέθανον,
215
καὶ ὁ στρατηγὸς αὐτῶν Ἰούδας ὁ τοῦ Ἀρεῖ παῖς, περὶ οὗ πρότερον εἰρήκαμεν ὅτι τάξεως ἡγούμενός τινος ἐν τῇ πολιορκίᾳ τῶν Ἱεροσολύμων κατά τινας διαδὺς τῶν ὑπονόμων ἔλαθεν ἀποδράς.
216
Περὶ δὲ τὸν αὐτὸν καιρὸν ἐπέστειλε Καῖσαρ Βάσσῳ καὶ Λαβερίῳ Μαξίμῳ, οὗτος δὲ ἦν ἐπίτροπος, κελεύων πᾶσαν γῆν ἀποδόσθαι τῶν Ἰουδαίων.
217
οὐ γὰρ κατῴκισεν ἐκεῖ πόλιν ἰδίαν αὑτῷ τὴν χώραν φυλάττων, ὀκτακοσίοις δὲ μόνοις ἀπὸ τῆς στρατιᾶς διαφειμένοις χωρίον ἔδωκεν εἰς κατοίκησιν, ὃ καλεῖται μὲν Ἀμμαοῦς, ἀπέχει δὲ τῶν Ἱεροσολύμων σταδίους τριάκοντα.
218
φόρον δὲ τοῖς ὁπουδηποτοῦν οὖσιν Ἰουδαίοις ἐπέβαλεν δύο δραχμὰς ἕκαστον κελεύσας ἀνὰ πᾶν ἔτος εἰς τὸ Καπετώλιον φέρειν, ὥσπερ πρότερον εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν συνετέλουν. καὶ τὰ μὲν Ἰουδαίων τότε τοιαύτην εἶχε κατάστασιν.
219
Ἤδη δὲ ἔτος τέταρτον Οὐεσπασιανοῦ διέποντος τὴν ἡγεμονίαν συνέβη τὸν βασιλέα τῆς Κομμαγηνῆς Ἀντίοχον μεγάλαις συμφοραῖς πανοικεσίᾳ περιπεσεῖν ἀπὸ τοιαύτης αἰτίας·