Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 7

308 ἦν δὲ τῶν ἄλλων τε μηχανημάτων ἡ κατασκευὴ παραπλησία τοῖς ὑπὸ μὲν Οὐεσπασιανοῦ πρότερον, μετὰ ταῦτα δʼ ὑπὸ Τίτου πρὸς τὰς πολιορκίας ἐπινοηθεῖσι,
309 καὶ πύργος ἑξηκοντάπηχυς συνετελέσθη σιδήρῳ καταπεφραγμένος ἅπας, ἐξ οὗ πολλοῖς ὀξυβελέσι καὶ πετροβόλοις βάλλοντες οἱ Ῥωμαῖοι τοὺς ἀπὸ τοῦ τείχους μαχομένους ταχέως ἀνέστειλαν καὶ προκύπτειν ἐκώλυσαν.
310 ἐν ταὐτῷ δὲ καὶ κριὸν ὁ Σίλβας μέγαν κατασκευασάμενος, συνεχεῖς κελεύσας ποιεῖσθαι τῷ τείχει τὰς ἐμβολὰς μόλις μὲν ἀλλʼ οὖν ἀναρρήξας τι μέρος κατήρειψε.
311 φθάνουσι δʼ οἱ σικάριοι ταχέως ἔνδοθεν οἰκοδομησάμενοι τεῖχος ἕτερον, ὃ μηδὲ ὑπὸ τῶν μηχανημάτων ἔμελλεν ὅμοιόν τι πείσεσθαι· μαλακὸν γὰρ αὐτὸ καὶ τὴν σφοδρότητα τῆς ἐμβολῆς ὑπεκλύειν δυνάμενον τοιῷδε τρόπῳ κατεσκεύασαν.
312 δοκοὺς μεγάλας ἐπὶ μῆκος προσεχεῖς ἀλλήλαις κατὰ τὴν τομὴν συνέθεσαν. δύο δὲ ἦσαν τούτων στίχοι παράλληλοι τοσοῦτον διεστῶτες ὅσον εἶναι πλάτος τείχους, καὶ μέσον ἀμφοῖν τὸν χοῦν ἐνεφόρουν.
313 ὅπως δὲ μηδὲ ὑψουμένου τοῦ χώματος ἡ γῆ διαχέοιτο, πάλιν ἑτέραις δοκοῖς ἐπικαρσίαις τὰς κατὰ μῆκος κειμένας διέδεον.
314 ἦν οὖν ἐκείνοις μὲν οἰκοδομίᾳ τὸ ἔργον παραπλήσιον, τῶν μηχανημάτων δʼ αἱ πληγαὶ φερόμεναι πρὸς εἶκον ἐξελύοντο καὶ τῷ σάλῳ συνιζάνον ἐποίουν αὐτὸ στεριφώτερον.
315 τοῦτο συνιδὼν ὁ Σίλβας πυρὶ μᾶλλον αἱρήσειν ἐνόμιζεν τὸ τεῖχος, καὶ τοῖς στρατιώταις προσέταττε λαμπάδας αἰθομένας ἀθρόους ἐσακοντίζειν.
316 τὸ δὲ οἷα δὴ ξύλων τὸ πλέον πεποιημένον ταχὺ τοῦ πυρὸς ἀντελάβετο καὶ τῇ χαυνότητι πυρωθὲν διὰ βάθους φλόγα πολλὴν ἐξεπύρσευσεν.
317 ἀρχομένου μὲν οὖν ἔτι τοῦ πυρὸς βορρᾶς ἐμπνέων τοῖς Ῥωμαίοις φοβερὸς ἦν· ἄνωθεν γὰρ ἀποστρέφων ἐπʼ ἐκείνους ἤλαυνε τὴν φλόγα, καὶ σχεδὸν ἤδη τῶν μηχανημάτων ὡς συμφλεγησομένων ἀπέγνωσαν·
318 ἔπειτα δʼ αἰφνίδιον νότος μεταβαλὼν καθάπερ ἐκ δαιμονίου προνοίας καὶ πολὺς ἐναντίον πνεύσας τῷ τείχει φέρων αὐτὴν προσέβαλε, καὶ πᾶν ἤδη διὰ βάθους ἐφλέγετο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi