Kitap 7
392
ὁμοῦ δὲ καθάπερ ἀλλοτρίαις χερσὶν ὑπουργούμενοι συνετέλουν τὸ βούλευμα, τὴν ἐπίνοιαν ὧν πείσονται κακῶν ὑπὸ τοῖς πολεμίοις γενόμενοι παραμύθιον τῆς ἐν τῷ κτείνειν ἀνάγκης ἔχοντες.
393
καὶ πέρας οὐδεὶς τηλικούτου τολμήματος ἥττων εὑρέθη, πάντες δὲ διὰ τῶν οἰκειοτάτων διεξῆλθον, ἄθλιοι τῆς ἀνάγκης, οἷς αὐτοχειρὶ γυναῖκας τὰς αὑτῶν καὶ τέκνα κτεῖναι κακῶν ἔδοξεν εἶναι τὸ κουφότατον.
394
οὔτε δὴ τοίνυν τὴν ἐπὶ τοῖς πεπραγμένοις ὀδύνην ἔτι φέροντες καὶ τοὺς ἀνῃρημένους νομίζοντες ἀδικεῖν εἰ καὶ βραχὺν αὐτοῖς ἔτι χρόνον ἐπιζήσουσι, ταχὺ μὲν τὴν κτῆσιν ἅπασαν εἰς ταὐτὸ σωρεύσαντες πῦρ εἰς αὐτὴν ἐνέβαλον,
395
κλήρῳ δʼ ἐξ αὑτῶν ἑλόμενοι δέκα τοὺς ἁπάντων σφαγεῖς ἐσομένους, καὶ γυναικί τις αὑτὸν καὶ παισὶ κειμένοις παραστρώσας καὶ τὰς χεῖρας περιβαλών, παρεῖχον ἑτοίμους τὰς σφαγὰς τοῖς τὴν δύστηνον ὑπουργίαν ἐκτελοῦσιν.
396
οἱ δʼ ἀτρέπτως πάντας φονεύσαντες τὸν αὐτὸν ἐπʼ ἀλλήλοις τοῦ κλήρου νόμον ὥρισαν, ἵνʼ ὁ λαχὼν τοὺς ἐννέα κτείνας ἑαυτὸν ἐπὶ πᾶσιν ἀνέλῃ· πάντες οὕτως αὑτοῖς ἐθάρρουν μήτʼ εἰς τὸ δρᾶν μήτʼ εἰς τὸ παθεῖν ἄλλος ἄλλου διαφέρειν.
397
καὶ τέλος οἱ μὲν τὰς σφαγὰς ὑπέθεσαν, ὁ δʼ εἷς καὶ τελευταῖος τὸ πλῆθος τῶν κειμένων περιαθρήσας, μή πού τις ἔτʼ ἐν πολλῷ φόνῳ τῆς αὐτοῦ λείπεται χειρὸς δεόμενος, ὡς ἔγνω πάντας ἀνῃρημένους, πῦρ μὲν πολὺ τοῖς βασιλείοις ἐνίησιν, ἀθρόᾳ δὲ τῇ χειρὶ διʼ αὑτοῦ πᾶν ἐλάσας τὸ ξίφος πλησίον τῶν οἰκείων κατέπεσε.
398
καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειληφότες οὐδὲν ἔχον ψυχὴν ὑποχείριον ἐξ αὑτῶν Ῥωμαίοις καταλιπεῖν,
399
ἔλαθεν δὲ γυνὴ πρεσβῦτις καὶ συγγενὴς ἑτέρα τις Ἐλεαζάρου, φρονήσει καὶ παιδείᾳ πλεῖστον γυναικῶν διαφέρουσα, καὶ πέντε παιδία τοῖς ὑπονόμοις, οἳ ποτὸν ἦγον ὕδωρ διὰ γῆς, ἐγκατακρυβῆναι τῶν ἄλλων πρὸς τῇ σφαγῇ τὰς διανοίας ἐχόντων,
400
οἳ τὸν ἀριθμὸν ἦσαν ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις γυναικῶν ἅμα καὶ παίδων αὐτοῖς συναριθμουμένων.
401
καὶ τὸ πάθος ἐπράχθη πεντεκαιδεκάτῃ Ξανθικοῦ μηνός.
402
Οἱ δὲ Ῥωμαῖοι μάχην ἔτι προσδοκῶντες, ὑπὸ τὴν ἕω διασκευασάμενοι καὶ τὰς ἀπὸ τῶν χωμάτων ἐφόδους ταῖς ἐπιβάθραις γεφυρώσαντες προσβολὴν ἐποιοῦντο.