Kitap 7
67
ἐξαιρέτως δὲ τὸ στρατιωτικὸν εἰς αὐτὸν ἀφεώρα· μάλιστα γὰρ οὗτοι τῶν κατωρθωμένων αὐτῷ πολέμων ἐγίνωσκον τὸ μέγεθος, τῆς ἀπειρίας δὲ τῶν ἄλλων ἡγεμόνων καὶ τῆς ἀνανδρίας πεπειραμένοι πολλῆς μὲν αἰσχύνης αὐτοὺς ἐπεθύμουν ἀπηλλάχθαι, τὸν μόνον δὲ καὶ σώζειν αὐτοὺς καὶ κοσμεῖν δυνάμενον ἀπολαβεῖν ηὔχοντο.
68
τοιαύτης δὲ εὐνοίας ἐξ ἁπάντων ὑπαρχούσης τοῖς μὲν κατὰ τὰς ἀξιώσεις προύχουσι τῶν ἀνδρῶν οὐκέτʼ ἀνεκτὸν ἦν ἀναμένειν, ἀλλὰ πορρωτάτω τῆς Ῥώμης αὐτῷ προεντυχεῖν ἔσπευδον.
69
οὐ μὴν οὐδὲ τῶν ἄλλων τις ἠνείχετο τῆς ἐντεύξεως τὴν ἀναβολήν, ἀλλʼ οὕτως ἐξεχέοντο πάντες ἀθρόοι καὶ πᾶσιν εὐπορώτερον καὶ ῥᾷον ἐδόκει τοῦ μένειν τὸ ἀπιέναι, ὡς καὶ τὴν πόλιν αὐτὴν τότε πρῶτον ἐν ἑαυτῇ λαβεῖν ὀλιγανθρωπίας αἴσθησιν ἰδίαν· ἦσαν γὰρ ἐλάττους τῶν ἀπιόντων οἱ μένοντες.
70
ἐπεὶ δὲ προσιὼν ἠγγέλλετο, καὶ τὴν ἡμερότητα τῆς ἐντεύξεως αὐτοῦ τὴν πρὸς ἑκάστους ἐδήλουν οἱ προσελθόντες, ἅπαν ἤδη τὸ λοιπὸν πλῆθος ἅμα γυναιξὶ καὶ παισὶν ἐπὶ ταῖς παρόδοις ἐξεδέχετο,
71
καὶ καθʼ οὓς γένοιτο παριὼν οὗτοι πρὸς τὴν ἡδονὴν τῆς θέας καὶ τὸ μειλίχιον αὐτοῦ τῆς ὄψεως παντοίας ἠφίεσαν φωνάς, τὸν εὐεργέτην καὶ σωτῆρα καὶ μόνον ἄξιον ἡγεμόνα τῆς Ῥώμης ἀνακαλοῦντες· ἅπασα δʼ ἡ πόλις ὡς νεὼς ἦν στεφανωμάτων καὶ θυμιαμάτων ἀνάπλεως.
72
μόλις δʼ ὑπὸ πλήθους τῶν περὶ αὐτὸν ἱσταμένων δυνηθεὶς εἰς τὸ βασίλειον ἐλθεῖν αὐτὸς μὲν τοῖς ἔνδον θεοῖς θυσίας τῆς ἀφίξεως χαριστηρίους ἐπετέλει,
73
προτρέπεται δὲ τὰ πλήθη πρὸς εὐωχίαν καὶ κατὰ φυλὰς καὶ γένη καὶ γειτονίας ποιούμενοι τὰς ἑστιάσεις ηὔχοντο τῷ θεῷ σπένδοντες αὐτόν τʼ ἐπὶ πλεῖστον χρόνον Οὐεσπασιανὸν ἐπιμεῖναι τῇ Ῥωμαίων ἡγεμονίᾳ, καὶ παισὶν αὐτοῦ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γινομένοις φυλαχθῆναι τὸ κράτος ἀνανταγώνιστον.
74
ἡ μὲν οὖν Ῥωμαίων πόλις οὕτως Οὐεσπασιανὸν ἐκδεξαμένη προθύμως εὐθὺς εἰς πολλὴν εὐδαιμονίαν ἐπεδίδου.
75
Πρὸ δὲ τούτων τῶν χρόνων, ἐν οἷς Οὐεσπασιανὸς μὲν περὶ Ἀλεξάνδρειαν ἦν, Τίτος δὲ τῇ τῶν Ἱεροσολύμων προσήδρευε πολιορκίᾳ,