Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 15

1.11 σαφῶς γὰρ εἰδέναι πάντας ὅτι ἐκεῖνοι δεύτερον ἔτος ἤδη φεύγοντες ἐκ πάσης Ἰταλίας εἰς τοὺς περὶ Λακίνιον τόπους, κἀκεῖ συγκεκλεισμένοι καὶ μόνον οὐ πολιορκούμενοι, μόλις ἑαυτοὺς ἐκσεσωκότες ἥκουσι νῦν.
1.12 "οὐ μὴν ἀλλʼ εἰ καὶ νενικηκότες τοὺς ἐκεῖ παρῆσαν, καὶ πρὸς ἡμᾶς ἔμελλον διακινδυνεύειν τοὺς δυσὶ μάχαις ἑξῆς ὑμᾶς ἤδη νενικηκότας, ὅμως ἀμφιδόξους ἔχειν ἔδει τὰς ἐλπίδας ὑπὲρ τοῦ μέλλοντος, καὶ μὴ μόνον τοῦ νικᾶν ἔννοιαν λαμβάνειν, ἀλλὰ καὶ τοῦ σφαλῆναι πάλιν. οὗ συμβάντος ποίους ἐπικαλέσεσθε"
1.13 ἔφη "θεούς; ποίοις δὲ χρώμενοι λόγοις τὸν ἐκ τῶν κρατούντων ἔλεον ἐπισπάσεσθε πρὸς τὰς ἑαυτῶν συμφοράς;
1.14 πάσης εἰκὸς ὑμᾶς ἐλπίδος ἀποκλεισθήσεσθαι καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων διὰ τὴν ἀθεσίαν καὶ τὴν ἀβουλίαν."
2.1 οἱ μὲν οὖν πρέσβεις τοιαῦτα διαλεχθέντες ἀνεχώρησαν·
2.2 τῶν δὲ Καρχηδονίων ὀλίγοι μὲν ἦσαν οἱ συναινοῦντες μὴ παραβαίνειν τὰς ὁμολογίας, οἱ δὲ πλείους καὶ τῶν πολιτευομένων καὶ τῶν βουλευομένων βαρέως μὲν ἔφερον τὰς ἐν ταῖς συνθήκαις ἐπιταγάς, δυσχερῶς δʼ ἀνείχοντο τὴν τῶν πρεσβευτῶν παρρησίαν, πρὸς δὲ τούτοις οὐχ οἷοί τʼ ἦσαν προέσθαι τὰ κατηγμένα πλοῖα καὶ τὰς ἐκ τούτων χορηγίας.
2.3 τὸ δὲ συνέχον, οὐ μικρὰς ἀλλὰ μεγάλας εἶχον ἐλπίδας νικήσειν διὰ τῶν περὶ τὸν Ἀννίβαν.
2.4 τοῖς μὲν οὖν πολλοῖς ἔδοξε τοὺς πρέσβεις ἀναποκρίτους ἐξαποστέλλειν· τῶν δὲ πολιτευομένων οἷς ἦν προκείμενον ἐκ παντὸς τρόπου συγχέαι πάλιν τὸν πόλεμον, οὗτοι συνεδρεύσαντες μηχανῶνταί τι τοιοῦτον.
2.5 ἔφασαν δεῖν πρόνοιαν ποιήσασθαι τῶν πρεσβευτῶν, ἵνα μετʼ ἀσφαλείας ἀνακομισθῶσιν εἰς τὴν ἰδίαν παρεμβολήν.
2.6 καὶ παραυτίκα τούτοις μὲν ἡτοίμαζον δύο τριήρεις παραπόμπους, πρὸς δὲ τὸν ναύαρχον Ἀσδρούβαν διεπέμψαντο παρακαλοῦντες ἑτοιμάσαι πλοῖα μὴ μακρὰν τῆς τῶν Ῥωμαίων παρεμβολῆς, ἵνʼ ἐπειδὰν αἱ παραπέμπουσαι νῆες ἀπολίπωσι τοὺς Ῥωμαίους, ἐπαναχθέντα ταῦτα καταποντίσῃ τοὺς πρεσβευτάς.
2.7 ἐφώρμει γὰρ αὐτοῖς τὸ ναυτικὸν κατὰ τοὺς πρὸ τῆς Ἰτύκης ἐγκειμένους τόπους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi