Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 2

59.3 περὶ μὲν οὖν τῆς τοιαύτης τερατείας παρείσθω· δεδήλωται γὰρ ἀρκούντως.
59.4 ἐγὼ δʼ Ἀριστόμαχον, εἰ καὶ μηδὲν εἰς τοὺς Ἀχαιοὺς ἕτερον ἥμαρτεν, κατά γε τὴν τοῦ βίου προαίρεσιν καὶ τὴν εἰς πατρίδα παρανομίαν τῆς μεγίστης ἄξιον κρίνω τιμωρίας.
59.5 καίπερ ὁ συγγραφεὺς βουλόμενος αὔξειν αὐτοῦ τὴν δόξαν καὶ παραστήσασθαι τοὺς ἀκούοντας εἰς τὸ μᾶλλον αὐτῷ συναγανακτεῖν ἐφʼ οἷς ἔπαθεν οὐ μόνον αὐτόν φησι γεγονέναι τύραννον, ἀλλὰ καὶ ἐκ τυράννων πεφυκέναι.
59.6 ταύτης δὲ μείζω κατηγορίαν ἢ πικροτέραν οὐδʼ ἂν εἰπεῖν ῥᾳδίως δύναιτʼ οὐδείς. αὐτὸ γὰρ τοὔνομα περιέχει τὴν ἀσεβεστάτην ἔμφασιν καὶ πάσας περιείληφε τὰς ἐν ἀνθρώποις ἀδικίας καὶ παρανομίας.
59.7 Ἀριστόμαχος δʼ εἰ τὰς δεινοτάτας ὑπέμεινε τιμωρίας, ὡς οὗτός φησιν, ὅμως οὐχ ἱκανὴν ἔδωκεν δίκην μιᾶς ἡμέρας,
59.8 ἐν ᾗ παρεισπεσόντος εἰς τὴν πόλιν Ἀράτου μετὰ τῶν Ἀχαιῶν καὶ μεγάλους ἀγῶνας καὶ κινδύνους ὑπομείναντος ὑπὲρ τῆς Ἀργείων ἐλευθερίας, τέλος δʼ ἐκπεσόντος διὰ τὸ μηδένα συγκινηθῆναι τῶν ἔσωθεν αὐτῷ ταξαμένων διὰ τὸν ἀπὸ τοῦ τυράννου φόβον,
59.9 Ἀριστόμαχος ἀφορμῇ ταύτῃ καὶ προφάσει χρησάμενος, ὥς τινων συνειδότων τὰ περὶ τὴν εἴσοδον τῶν Ἀχαιῶν, ὀγδοήκοντα τοὺς πρώτους τῶν πολιτῶν οὐδὲν ἀδικήσαντας στρεβλώσας ἐναντίον τῶν ἀναγκαίων κατέσφαξεν.
59.10 παρίημι τὰ παρʼ ὅλον τὸν βίον αὐτοῦ καὶ
60.1 τῶν προγόνων ἀσεβήματα· μακρὸν γάρ. διόπερ οὐκ εἴ τινι τῶν ὁμοίων περιέπεσε δεινὸν ἡγητέον, πολὺ δὲ δεινότερον, εἰ μηδενὸς τούτων πεῖραν λαβὼν ἀθῷος ἀπέθανεν.
60.2 οὐδʼ Ἀντιγόνῳ προσαπτέον οὐδʼ Ἀράτῳ παρανομίαν, ὅτι λαβόντες κατὰ πόλεμον ὑποχείριον τύραννον στρεβλώσαντες ἀπέκτειναν, ὅν γε καὶ κατʼ αὐτὴν τὴν εἰρήνην τοῖς ἀνελοῦσι καὶ τιμωρησαμένοις ἔπαινος καὶ τιμὴ συνεξηκολούθει παρὰ τοῖς ὀρθῶς λογιζομένοις.
60.3 ὅτε δὲ χωρὶς τῶν προειρημένων καὶ τοὺς Ἀχαιοὺς παρεσπόνδησεν, τί παθεῖν ἦν ἄξιος;
60.4 ἐκεῖνος γὰρ ἀπέθετο μὲν τὴν τυραννίδα χρόνοις οὐ πολλοῖς πρότερον, ὑπὸ τῶν καιρῶν συγκλειόμενος διὰ τὸν Δημητρίου θάνατον, ἀνελπίστως δὲ τῆς ἀσφαλείας ἔτυχε περισταλεὶς ὑπὸ τῆς τῶν Ἀχαιῶν πρᾳότητος καὶ καλοκἀγαθίας·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi