Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 2

71.8 ἅμα δὲ τούτοις καὶ τὴν περὶ τοὺς Ἕλληνας καὶ Μακεδόνας, ὁμοίως δὲ καὶ περὶ Καρχηδονίους ὑπάρχουσαν τότε κατάστασιν δεδηλώκαμεν,
71.9 καθῆκον ἂν εἴη παραγεγονότας ἐπὶ τοὺς καιροὺς τούτους κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, ἐν οἷς ἔμελλον οἱ μὲν Ἕλληνες τὸν συμμαχικόν, Ῥωμαῖοι δὲ τὸν Ἀννιβιακόν, οἱ δὲ κατὰ τὴν Ἀσίαν βασιλεῖς τὸν περὶ Κοίλης Συρίας ἐνίστασθαι πόλεμον,
71.10 καὶ τὴν βύβλον ταύτην ἀφορίζειν ἀκολούθως τῇ τε τῶν προγεγονότων πραγμάτων περιγραφῇ καὶ τῇ τῶν κεχειρικότων τὰ πρὸ τοῦ δυναστῶν καταστροφῇ.
← Önceki 68 / 68

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi