Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 21

27.6 τὸ δὲ πλεῖον ἐπεξιόντες ἐμάχοντο γενναίως, ποτὲ μὲν ἐπιτιθέμενοι νύκτωρ τοῖς ἐπικοιτοῦσιν ἐπὶ τῶν ἔργων, ποτὲ δὲ τοῖς ἐφημερεύουσι μεθʼ ἡμέραν προφανῶς ἐγχειροῦντες, καὶ τριβὴν ἐνεποίουν τῇ πολιορκίᾳ. —
27.7 τοῦ γὰρ Νικάνδρου ἐκτὸς ἀναστρεφομένου καὶ πέμψαντος πεντακοσίους ἱππεῖς εἰς τὴν πόλιν, οἳ καὶ παραβιασάμενοι τὸν μεταξὺ χάρακα τῶν πολεμίων εἰσέφρησαν εἰς τὴν πόλιν,
27.8 παραγγείλας, καθʼ ἣν ἐτάξαντο ἡμέραν, αὐτοὺς μὲν ἐξελθόντας ποιήσασθαι, συνεπιλαβέσθαι δὲ αὐτὸν τούτοις τοῦ κινδύνου.
27.9 αὐτῶν μὲν εὐψύχως τῆς πόλεως ἐξορμησάντων καὶ γενναίως ἀγωνισαμένων, τοῦ δὲ Νικάνδρου καθυστερήσαντος, εἴτε καταπλαγέντος τὸν κίνδυνον εἴτε καὶ ἀναγκαῖα νομίσαντος τὰ ἐν οἷς διέτριβε πράγμασιν, ἡττήθησαν τῆς ἐπιβολῆς. —
28.1 οἱ δὲ Ῥωμαῖοι συνεχῶς ἐνεργοῦντες τοῖς κριοῖς ἀεί τι παρέλυον τῶν τειχῶν·
28.2 οὐ μὴν εἴς γε τὴν πόλιν ἐδύναντο βιάσασθαι διὰ τῶν πτωμάτων, τῷ καὶ τὴν ἀντοικοδομίαν ὑπὸ τῶν ἔνδον ἐνεργὸν εἶναι καὶ μάχεσθαι γενναίως ἐπὶ τοῦ πίπτοντος μέρους τοὺς Αἰτωλούς.
28.3 διόπερ ἀπορούμενοι κατήντησαν ἐπὶ τὸ μεταλλεύειν καὶ χρῆσθαι τοῖς ὀρύγμασιν ὑπὸ γῆς.
28.4 ἀσφαλισάμενοι δὲ τὸ μέσον ἔργον τῶν τριῶν τῶν προϋπαρχόντων καὶ σκεπάσαντες ἐπιμελῶς [τὴν σύριγγα] τοῖς γέρροις, προεβάλοντο στοὰν παράλληλον τῷ τείχει σχεδὸν ἐπὶ δύο πλέθρα.
28.5 καὶ λαβόντες ἀρχὴν ἐκ ταύτης ὤρυττον ἀδιαπαύστως καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν ἐκ διαδοχῆς.
28.6 ἐφʼ ἱκανὰς μὲν οὖν ἡμέρας ἐλάνθανον τοὺς ἔνδον φέροντες ἔξω τὸν χοῦν διὰ τῆς σύριγγος.
28.7 ὡς δὲ μέγας ὁ σωρὸς ἐγένετο τῆς ἐκφερομένης γῆς καὶ σύνοπτος τοῖς ἐκ τῆς πόλεως, οἱ προεστῶτες τῶν πολιορκουμένων ὤρυττον τάφρον ἔσωθεν ἐνεργῶς παράλληλον τῷ τείχει καὶ τῇ στοᾷ τῇ πρὸ τῶν πύργων. ἐπειδὴ δὲ βάθος ἔσχεν ἱκανόν,
28.8 ἑξῆς ἔθηκαν παρὰ τὸν ἕνα τοῖχον τῆς τάφρου τὸν ἐγγὺς τῷ τείχει χαλκώματα συνεχῆ, λεπτότατα ταῖς κατασκευαῖς, καὶ παρὰ ταῦτα διὰ τῆς τάφρου παριόντες ἠκροῶντο τοῦ ψόφου τῶν ὀρυττόντων ἔξωθεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi