Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 22

20.4 πλὴν οἵγε περὶ τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήσαντο φήμην, ἀποδιδόντες τῇ μητρὶ τὴν καθήκουσαν χάριτα καὶ τιμήν.
20.5 ἄγοντες γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέσην αὑτῶν τὴν μητέρα περιῄεσαν τά θʼ ἱερὰ καὶ τὴν πόλιν μετὰ τῆς θεραπείας.
20.6 ἐφʼ οἷς οἱ θεώμενοι μεγάλως
20.7 τοὺς νεανίσκους ἀπεδέχοντο καὶ κατηξίουν καὶ μνημονεύοντες τῶν περὶ τὸν Κλέοβιν καὶ Βίτωνα συνέκρινον τὰς αἱρέσεις αὐτῶν, καὶ τὸ τῆς προθυμίας τῆς ἐκείνων λαμπρὸν τῷ τῆς ὑπεροχῆς τῶν βασιλέων ἀξιώματι συναναπληροῦντες.
20.8 ταῦτα δʼ ἐτελέσθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυσιν τὴν πρὸς Προυσίαν τὸν βασιλέα. —
21.1 ὅτι Ὀρτιάγων ὁ Γαλάτης, τῶν ἐν τῇ Ἀσίᾳ βασιλεύων, ἐπεβάλετο τὴν ἁπάντων τῶν Γαλατῶν δυναστείαν εἰς αὑτὸν μεταστῆσαι,
21.2 καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος ἐφόδια προσεφέρετο καὶ φύσει καὶ τριβῇ.
21.3 καὶ γὰρ εὐεργετικὸς ἦν καὶ μεγαλόψυχος καὶ κατὰ τὰς ἐντεύξεις εὔχαρις καὶ συνετός,
21.4 τὸ δὲ συνέχον παρὰ Γαλάταις, ἀνδρώδης ἦν καὶ δυναμικὸς πρὸς τὰς πολεμικὰς χρείας.
22.1 ὅτι Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου τοῦ βασιλέως Αἰγύπτου εὐνοῦχος μὲν ἦν, ἐκ παιδίου δʼ ἐγεγόνει σύντροφος τῷ βασιλεῖ.
22.2 τῆς δʼ ἡλικίας προβαινούσης ἀνδρωδεστέραν εἶχεν ἢ κατʼ εὐνοῦχον τόλμαν καὶ προαίρεσιν.
22.3 καὶ γὰρ φύσει στρατιωτικὸς ἦν καὶ τὴν πλείστην ἐποιεῖτο διατριβὴν ἐν τούτοις καὶ περὶ ταῦτα.
22.4 παραπλησίως δὲ καὶ κατὰ τὰς ἐντεύξεις ἱκανὸς ὑπῆρχε καὶ τὸν κοινὸν νοῦν εἶχεν, ὃ σπάνιόν ἐστι.
22.5 πρὸς δὲ τούτοις πρὸς εὐεργεσίαν ἀνθρώπων πεφύκει καλῶς.
← Önceki 17 / 17

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi