Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 28

12.3 καὶ τούτου κυρωθέντος ἔδοξε τοῖς Ἀχαιοῖς τὸν Ἄρχωνα γίνεσθαι περὶ τὴν συναγωγὴν τοῦ στρατεύματος καὶ περὶ τὰς εἰς τὴν ἔξοδον παρασκευάς, πρὸς δὲ τὸν ὕπατον πρεσβευτὰς πέμπειν εἰς Θετταλίαν τοὺς τὰ δεδογμένα τοῖς Ἀχαιοῖς διασαφήσοντας καὶ πευσομένους πότε καὶ ποῦ δεῖ συμμιγνύειν αὐτῷ τὸ στρατόπεδον.
12.4 καὶ κατέστησαν πρεσβευτὰς παραχρῆμα Πολύβιον καὶ ἄλλους καὶ ἐνετείλαντο τῷ Πολυβίῳ φιλοτίμως, ἐὰν ὁ στρατηγὸς εὐδοκῇ τῇ παρουσίᾳ τοῦ στρατοπέδου, τοὺς μὲν συμπρεσβευτὰς ἐξ αὐτῆς πέμπειν διασαφήσοντας, ἵνα μὴ καθυστερῶσι τῶν καιρῶν,
12.5 αὐτὸν δὲ φροντίζειν ἵνα τὸ στράτευμα πᾶν ἐν ταῖς πόλεσιν ἀγορὰς ἔχῃ, διʼ ὧν ἂν πορεύηται, καὶ μηδὲν ἐλλείπῃ τῶν ἐπιτηδείων τοὺς στρατιώτας.
12.6 ταύτας μὲν οὖν ἔχοντες οἱ προειρημένοι τὰς ἐντολὰς ἐξώρμησαν·
12.7 κατέστησαν δὲ καὶ πρεσβευτὰς πρὸς Ἄτταλον τοὺς περὶ Τηλόκριτον, ἀποκομίζοντας τὸ δόγμα τὸ περὶ τῆς ἀποκαταστάσεως τῶν Εὐμένους τιμῶν.
12.8 καὶ κατὰ τὸν αὐτὸν καιρὸν καὶ περὶ τοῦ βασιλέως Πτολεμαίου προσπεσόντος τοῖς Ἀχαιοῖς διότι γέγονεν αὐτῷ τὰ νομιζόμενα γίνεσθαι τοῖς βασιλεῦσιν, ὅταν εἰς ἡλικίαν ἔλθωσιν,
12.9 ἀνακλητήρια, νομίσαντες σφίσι καθήκειν ἐπισημήνασθαι τὸ γεγονός, ἐψηφίσαντο πέμπειν πρεσβευτὰς ἀνανεωσομένους τὰ προϋπάρχοντα τῷ ἔθνει φιλάνθρωπα πρὸς τὴν βασιλείαν, καὶ παραυτίκα κατέστησαν Ἀλκίθον καὶ Πασιάδαν.
13.1 οἱ δὲ περὶ τὸν Πολύβιον καταλαβόντες τοὺς Ῥωμαίους ἐκ μὲν τῆς Θετταλίας κεκινηκότας, τῆς δὲ Περραιβίας στρατοπεδεύοντας Ἀζωρίου μεταξὺ καὶ Δολίχης,
13.2 τὴν μὲν ἔντευξιν ὑπερέθεντο διὰ τοὺς περιεστῶτας καιρούς, τῶν δὲ κατὰ τὴν εἴσοδον τὴν εἰς Μακεδονίαν κινδύνων μετεῖχον.
13.3 ἐπεὶ δὲ τοῦ στρατεύματος κατάραντος ἐπὶ τοὺς καθʼ Ἡράκλειον τόπους ἔδοξε καιρὸς εἶναι πρὸς ἔντευξιν, ἅτε τοῦ στρατηγοῦ δοκοῦντος ἠνύσθαι τὸ μέγιστον τῶν προκειμένων,
13.4 τότε λαβόντες καιρὸν τὸ ψήφισμα τῷ Μαρκίῳ προσήνεγκαν καὶ διεσάφουν τὴν τῶν Ἀχαιῶν προαίρεσιν διότι βουληθεῖεν αὐτῷ πανδημεὶ τῶν αὐτῶν μετασχεῖν ἀγώνων καὶ κινδύνων. καὶ πρὸς τούτοις ὑπέδειξαν διότι πᾶν τὸ γραφὲν ἢ παραγγελθὲν τοῖς Ἀχαιοῖς ὑπὸ Ῥωμαίων κατὰ τὸν ἐνεστῶτα πόλεμον ἀναντίρρητον γέγονεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi