Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 38

6.4 ἐκεῖνοι μὲν γὰρ μνησθέντες πῶς Βάρδυλλις ὁ τῶν Ἰλλυριῶν βασιλεὺς καὶ Κερσοβλέπτης ὁ τῶν Θρᾳκῶν κατεκτήσαντο τὰς δυναστείας, οὐκέτι προστιθέασι τὸ συνεχές, οὐδʼ ἀνατρέχουσιν ἐπὶ τἀκόλουθον ἐκ διαστήματος, ἀλλὰ καθάπερ ἐν ποιήματι χρησάμενοι πάλιν ἐπανάγουσιν ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποθέσεις.
6.5 ἡμεῖς δὲ πάντας διῃρημένοι τοὺς ἐπιφανεστάτους τόπους τῆς οἰκουμένης καὶ τὰς ἐν τούτοις πράξεις καὶ μίαν καὶ τὴν αὐτὴν ἔφοδον ἀεὶ ποιούμενοι κατὰ τὴν τάξιν τῆς διαλήψεως, ἔτι δὲ καθʼ ἕκαστον ἔτος ὡρισμένως ἐξηγούμενοι τὰς καταλλήλους πράξεις ἐνεστηκυίας,
6.6 ἀπολείπομεν πρόδηλον τοῖς φιλομαθοῦσι τὴν ἐπαναγωγὴν ἐπὶ τὸν συνεχῆ λόγον καὶ τὰς μεσολαβηθείσας ἀεὶ τῶν πράξεων, ὥστε μηδὲν ἀτελὲς μηδʼ ἐλλιπὲς γίνεσθαι τοῖς φιληκόοις τῶν προειρημένων.
6.7 καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον.
7.1 ὅτι Ἀσδρούβας ὁ στρατηγὸς Καρχηδονίων κενόδοξος ἦν ἀλαζὼν καὶ πολὺ κεχωρισμένος τῆς πραγματικῆς καὶ στρατηγικῆς δυνάμεως.
7.2 πολλὰ δὲ σημεῖα τῆς ἀκρισίας αὐτοῦ. πρῶτον μὲν γὰρ παρῆν ἐν πανοπλίᾳ, πορφυρίδα θαλαττίαν ἐπιπεπορπημένος, ἡνίκα Γολόσσῃ συνεγίνετο τῷ τῶν Νομάδων βασιλεῖ, μετὰ μαχαιροφόρων δέκα.
7.3 ἔπειτα προβὰς ἀπὸ τῶν δέχʼ ὅσον εἴκοσι πόδας ἀπέστη, προβεβλημένος τάφρον καὶ χάρακα, καὶ κατένευε τῷ βασιλεῖ προσιέναι πρὸς αὑτόν, καθῆκον γίνεσθαι τοὐναντίον.
7.4 οὐ μὴν ἀλλʼ ὁ Γολόσσης ἀφελῶς ἔχων Νομαδικῷ τινι τρόπῳ μόνος προσῄει πρὸς αὐτόν· καὶ προσεγγίσας ἤρετο τίνα φοβούμενος τὴν πανοπλίαν ἔχων ἧκε.
7.5 τοῦ δʼ εἰπόντος ὅτι Ῥωμαίους, "οὐκ ἂν ἄρʼ" ἔφησεν ὁ Γολόσσης "ἔδωκας σαυτὸν εἰς τὴν πόλιν, μηδεμίαν ἔχων ἀνάγκην. πλὴν τί βούλει καὶ τί παρακαλεῖς;" φησίν. ὁ δʼ Ἀσδρούβας "
7.6 ἐγώ" φησὶ "πρεσβευτήν σε παρακαλῶ γενέσθαι πρὸς τὸν στρατηγὸν καὶ πᾶν ἀναδέχεσθαι διότι ποιήσομεν τὸ προσταττόμενον· μόνον ἀπόσχεσθε τῆς ταλαιπώρου πόλεως ταύτης.
7.7 " καὶ [ὁ] Γολόσσης "παιδικὴν δοκεῖς μοι" φησὶν "ἀξίωσιν ἀξιοῦν, ὦ βέλτιστε·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi