Thesauros Edebiyat Tarih Ἱστορίαι

Ἱστορίαι

Ἱστορίαι Polybius

Kitap 8

18.8 τὸν δὲ Βῶλιν ἀκολουθεῖν τῶν ἄλλων κατόπιν, ἵνʼ ἐπειδὰν παραγένηται πρὸς τὸν τόπον, ἐν ᾧ τοὺς ἐνεδρεύοντας ἑτοίμους ὑπάρχειν ἔδει διὰ τοῦ Καμβύλου, τότʼ ἐπιλαβόμενος κρατοίη τὸν Ἀχαιόν, καὶ μήτε διαδραίη κατὰ τὸν θόρυβον νυκτὸς οὔσης διὰ τόπων ὑλωδῶν, μήθʼ αὑτὸν ῥίψαι κατά τινος κρημνοῦ περιπαθὴς γενόμενος, πέσοι δὲ κατὰ τὴν πρόθεσιν ὑπὸ τὰς τῶν ἐχθρῶν χεῖρας ζωγρίᾳ.
18.9 τούτων δὲ συγκειμένων, καὶ παραγενομένου τοῦ Βώλιδος ὡς τὸν Καμβύλον, ᾗ μὲν ἦλθε νυκτί, ταύτῃ παράγει πρὸς τὸν Ἀντίοχον τὸν Βῶλιν ὁ Καμβύλος μόνος πρὸς μόνον.
18.10 ἀποδεξαμένου δὲ τοῦ βασιλέως φιλοφρόνως, καὶ δόντος πίστεις ὑπὲρ τῶν ἐπαγγελιῶν, καὶ παρακαλέσαντος ἀμφοτέρους διὰ πλειόνων μηκέτι μέλλειν ὑπὲρ τῶν προκειμένων, τότε μὲν ἀνεχώρησαν εἰς τὴν αὑτῶν παρεμβολήν,
18.11 ὑπὸ δὲ τὴν ἑωθινὴν Βῶλις ἀνέβη μετὰ τοῦ Ἀριανοῦ, καὶ παρεισῆλθεν ἔτι νυκτὸς εἰς τὴν ἄκραν.
19.1 Ἀχαιὸς δὲ προσδεξάμενος ἐκτενῶς καὶ φιλοφρόνως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος.
19.2 θεωρῶν δὲ καὶ κατὰ τὴν ἐπιφάνειαν τὸν ἄνδρα καὶ κατὰ τὴν ὁμιλίαν ἕλκοντα τὸ τῆς πράξεως στάσιμον, τὰ μὲν περιχαρὴς ἦν διὰ τὴν ἐλπίδα τῆς σωτηρίας, τὰ δὲ πάλιν ἐπτοημένος καὶ πλήρης ἀγωνίας διὰ τὸ μέγεθος τῶν ἀποβησομένων.
19.3 ὑπάρχων δὲ καὶ κατὰ τὴν διάνοιαν οὐδενὸς ἥττων καὶ κατὰ τὴν ἐν πράγμασι τριβὴν ἱκανός, ὅμως ἀκμὴν ἔκρινε μὴ πᾶσαν εἰς τὸν Βῶλιν ἀνακρεμάσαι τὴν πίστιν.
19.4 διὸ ποιεῖται τοιούτους λόγους πρὸς αὐτόν, ὅτι κατὰ μὲν τὸ παρὸν οὐκ ἔστι δυνατὸν ἐξελθεῖν αὐτῷ, πέμψει δέ τινας τῶν φίλων μετʼ ἐκείνου τρεῖς ἢ τέτταρας, ὧν συμμιξάντων τοῖς περὶ τὸν Μελαγκόμαν ἕτοιμον αὑτὸν ἔφη παρασκευάσειν πρὸς τὴν ἔξοδον.
19.5 ὁ μὲν οὖν Ἀχαιὸς ἐποίει τὰ δυνατά· τοῦτο δʼ ἠγνόει, τὸ δὴ λεγόμενον, πρὸς Κρῆτα κρητίζων· ὁ γὰρ Βῶλις οὐθὲν ἀψηλάφητον εἶχε τῶν ἐπινοηθέντων ἂν εἰς τοῦτο τὸ μέρος.
19.6 πλὴν παραγενομένης τῆς νυκτός, ἐν ᾗ συνεξαποστέλλειν ἔφη τοὺς φίλους, προπέμψας τὸν Ἀριανὸν καὶ τὸν Βῶλιν ἐπὶ τὴν τῆς ἄκρας ἔξοδον μένειν προσέταξε, μέχρις ἂν οἱ μέλλοντες αὐτοῖς συνεξορμᾶν παραγένωνται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi