Thesauros Edebiyat hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi