Thesauros Edebiyat hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οἳ δʼ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἀγχίσης· ὃ δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάων
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi