Thesauros Edebiyat hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γʼ ἔκλυεν ἀγγελιάων,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι,
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
urn:cts:greekLit:tlg0013.tlg005.perseus-grc2 οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi